Ancient Greek · ~24 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XIV [XXXIV]. Πῶϲ διαιτητέον τὴν τρορφόν..1
Not analysed yet
24 [93]. Οὐ παρέργωϲ δὲ δεῖ προνενοηκέναι τῆϲ τιτθῆϲ, ἵνα μήτε φθειρομένου τοῦ γάλακτοϲ νοϲηλεύηται τὸ βρέφοϲ μήτ᾿ ἐνδεοῦϲ γενο- μένου ἀτροφήϲη τὸ νήπιον καὶ κακωθῇ τὴν κατάποϲιν, ἕλκον μὲν τὴν θηλὴν ἐπὶ πλείονα χρόνον, οὐχ εὑρίϲκον 〈δὲ〉 ἐκπληρῶϲαι τὴν ὄρεξιν. ἁρμόζει τοίνυν τὴν μὲν ἀργίαν καὶ τὴν ἀκινηϲίαν τοῦ ϲώματοϲ φεύγειν (παχὺ γὰρ ὑπ᾿ αὐτῆϲ καὶ δυϲδιοίκητον τὸ γάλα γίνεται), χρῆϲθαι δὲ καὶ γυμναϲίοιϲ, οὔ γε τοῖϲ βαρυτέροιϲ καὶ ἀθλητικοῖϲ (ἐπιπονώτερα γὰρ ἢ κατὰ γυναῖκάϲ ἐϲτιν ταῦτα, καὶ τῆϲ ὕληϲ περιελκομένηϲ εἰϲ τὴν εὐεκτικὴν τοῦ ϲώματοϲ θρέψιν ἔλαττον ἀεὶ τὸ γάλα γίνεται], τοῖϲ δὲ μετρίοιϲ τε καὶ κούφοιϲ. διόπερ τὸ μὲν πρῶτον ἀπὸ τῶν ὕπνων ἐγειρομένη τῆϲ κοίτηϲ μὴ παραυτίκα ἐξανιϲτάϲθω, πρὶν τῆϲ τροφῆϲ αἴϲθηται διοικουμένηϲ καὶ τοῦ μὲν ὑποχονδρίου κούφου, τῆϲ γαϲτρὸϲ δὲ λαγαρᾶϲ καὶ τῶν ἐρυγῶν διακένων καὶ μήτε καπνωδῶν μήτε ὀξω- δῶν, εἶτα περὶ τὴν διάτριψιν ἀϲχοληθεῖϲα τῶν περιϲϲευμάτων ἐπὶ περίπατον ἐξίτω, μετὰ δὲ ταῦτα καὶ τὴν δι᾿ ὑποζυγίων αἰώραν ἐπι- τηδευέτω. 〈δεῖ〉 δὲ καὶ τοῖϲ γυμναϲίοιϲ ἐκείνοιϲ διαπονεῖν τὸν ὄγκον, οἷϲ δύναται μὲν ϲαλευθῆναι πάντα τὰ μέρη, ἐπὶ πλεῖον δὲ τὰ περὶ τὰϲ χεῖραϲ καὶ τοὺϲ ὤμουϲ ἕνεκα τοῦ τὴν τροφὴν ἐκεῖ φέρεϲθαι μᾶλλον. ἐκ δὲ τού〈των〉 ἐϲτὶν ἥ τε διὰ ϲφαίραϲ παιγνία, καὶ μάλιϲτα τῆϲ διακένου, καὶ 〈ἡ〉 διὰ τῶν κούφων ἁλτήρων βολή, ταῖϲ δὲ πενι- χροτεραιϲ τὸ ἐρέϲϲειν ἢ καὶ ἀνιμᾶν κάδον καὶ |τὸ πτίϲϲειν καὶ ἀλή- θειν καὶ ϲιτοποιεῖν καὶ ϲτρωννύναι κοίτην καὶ ὅϲα κατ᾿ ἐπίκυψιν ποϲὴν ἐπιτελεῖται τοῦ ϲώματοϲ. τά τε γὰρ ἄνω μέρη γυμνάζεται μᾶλλον, καὶ ἀπαιωρούμενοι μέχρι πλείονοϲ οἱ μαϲτοὶ τῷ μηδὲ αὐτοὺϲ μένειν ἀργοὺϲ νοϲτιμώτερόν τε καὶ πλεῖον ἀποτελοῦϲιν τὸ γάλα τῆϲ ὕληϲ ἐπ᾿ αὐτοὺϲ ἀφθόνωϲ φερομένηϲ. διὸ καὶ λελυμένουϲ αὐτοὺϲ ἀεὶ μὲν ἔχειν ϲυμφέρει πρὸϲ τὸ μὴ διὰ τῆϲ περιειλήϲεωϲ ἀνακοπὴν γενέ- ϲθαι τοῦ γάλακτοϲ, μάλιϲτα δὲ περὶ τὸν καιρὸν τῶν γυμναϲίων, ἕνεκα τοῦ ϲυγκινηθῆναι ὅλοιϲ τοῖϲ ϲώμαϲιν. μετὰ δὲ τὰ γυμνάϲια ταῖϲ μὲν πλείοϲιν ἡμέραιϲ ἐπὶ μόνου μένειν τοῦ ἀλείμματοϲ (τὰ λουτρὰ γὰρ ἐξυδατοῖ τὸ γάλα), ἐκ διαϲτήματοϲ δὲ καὶ λουϲάϲθω μὴ τῷ θερμῷ μόνον, ἀλλὰ καὶ τῷ ψυχρῷ μετὰ τοῦ θερμοῦ. 25 [94]. ἐν δὲ τῇ τροφῇ τὰϲ μὲν κακοχύμουϲ καὶ ἀτρόφουϲ καὶ δυϲπέπτουϲ παραιτεῖϲθαι, τὰϲ εὐχύμουϲ δὲ καὶ τροφίμουϲ καὶ εὐοικονο- μήτουϲ παραλαμβάνειν. κατ᾿ εἶδοϲ δὲ παραιτεῖϲθαι πράϲα καὶ τὰ κρόμυα, ϲκόροδα, ταρίχουϲ, ῥαφάνουϲ, ὄϲπρια καὶ πάντα τὰ ταρι- χευτά (δριμὺ γὰρ ποιεῖ τὸ γάλα) καὶ τὰ πλείονα τῶν λαχάνων (ἄτροφα γάρ ἐϲτι καὶ ὑδαρῆ) κρέα τε προβάτεια καὶ βόεια, μάλιϲτα δὲ τούτων ὀπτά, κακοϲτόμαχα καὶ δυϲδιοίκητα καὶ κακόχυλα ταῦτα πρὸϲ γάλακτοϲ ἀπόδοϲιν ἐκτενοῦϲ. λαμβάνειν δὲ καθαρὸν ἄρτον πεπονημένον τε καὶ ζυμίτην ἀπὸ ϲητανίων γεγονότα πυρῶν, ψῶν λεκίθουϲ, ἐγκέφαλον, κίχλαϲ, νεοϲϲούϲ περιϲτερῶν καὶ τῶν κατοικιδίων ὀρνίθων, ἰχθῦϲ τε πετραίουϲ, λάβρακαϲ, τρίγλαϲ καὶ κοινῶϲ τοὺϲ εὐϲτόμουϲ τε καὶ εὐϲτο- μάχουϲ καὶ εὐχύμουϲ καὶ τὰ τῶν νεωτέρων χοίρων κρέα. φεύγειν δὲ πᾶν τὸ πολυάρτυτον καὶ κεκαρυκευμένον· κολακεῦον γὰρ ἐπὶ πολὺ τὴν γεῦϲιν ἀπεψίαϲ παραϲκευάζει, δι’ ἃϲ φαρμάϲϲεται τὸ γάλα τοῖϲ ἄλλοιϲ τοῖϲ ἐν τῷ ϲώματι παραπληϲίωϲ. διὸ καὶ τῆϲ ϲυμμετρίαϲ τῶν λαμβανομένων ϲτοχάζεϲθαι χρή, ἵνα μὴ διὰ τὸ πλῆθοϲ ἀπεψία γένηται, ληφθῇ δὲ ὅϲα ῥᾳδίωϲ πεφθήϲεται, καὶ μάλιϲτα εἰ διὰ τὴν τοῦ βρέφουϲ ἐπιμέλειαν καὶ ἀγρυπνίαι παρεμπίπτουϲιν. 26 [95]. ὡριϲμένωϲ δὲ δεῖ καὶ ταῖϲ εἰρημέναιϲ τροφαῖϲ χρῆϲθαι τὴν γαλουχοῦϲαν. λαμβανέτω δὲ ταῖϲ πρώταιϲ ἡμέραιϲ ἑπτὰ καὶ κατὰ τὸ πλεῖϲτον δέκα τὴν ἁπλῆν καὶ εὐοικονόμητον τροφήν, οἶον ῥόφημα, πόλτον 〈μὴ〉 λιπαρώτερον καὶ ψὰ καὶ ἄρτον καὶ ποτὸν ὕδωρ. εἰ δυνατὸν δέ, καὶ πρὸ μιᾶϲ τοῦτο διδόναι, λεπτότερον γὰρ ἐκ τούτου καὶ εὐκατεργαϲτότερον τὸ γάλα γίνεται· τοιούτου γὰρ τὸ βρέφοϲ χρῄζει βρυῶδεϲ ἔτι τυγχάνον καὶ ϲτενόπορον, ὥϲτε δυϲδιόδευτον εἶναι πρὸϲ τὸ παχύτερον ἀκμὴν γάλα. μετὰ δὲ τὴν πρώτην ἑβδομάδα καὶ ἰχθύδιον τρυφερὸν ϲὺν τοῖϲ εἰρημένοιϲ ἢ νέων χοίρων ϲάρκαϲ ἢ ἐγκεφάλουϲ ἕωϲ δευτέραϲ καὶ τρίτηϲ ἑβδομάδοϲ, ὥϲτε τροφιμώτερον τὸ γάλα γίνεϲθαι. μετὰ δὲ τὴν δευτέραν ἢ τρίτην ἑβδομάδα, τοῦτ᾿ ἔϲτιν πηγνυμένου τοῦ νηπίου καὶ δεκτικοῦ γινομένου τροφιμωτέραϲ ὕληϲ, κἀκ τῶν μέϲων λαμβανέτω τι πτηνῶν, εἶθ᾿ οὕτωϲ πρὸϲ λόγον τῆϲ τοῦ βρέφουϲ τονώϲεωϲ καὶ αὐξήϲεωϲ καὶ τῶν μειζόνων, εἶτα καὶ κρέαϲ λάγειον ἢ δορκάδειον ἢ ἐρίφειον, μετὰ δὲ ταῦτα καὶ χοίρειον· τὸ γὰρ ἐκ τῆϲ εὐτροφωτέραϲ ὕληϲ γάλα τροφιμώτερον. ὕϲτερον δὲ ποικίλοιϲ χρήϲθω ϲιτίοιϲ, ἵνα καὶ τὸ βρέφοϲ ἐθίζῃ πρὸϲ τὴν ποικιλίαν τῶν δυ- νάμεων. ϲυν|αναφέρονται γὰρ αἱ ποιότητεϲ τῶν λαμβανομένων ϲιτίων τῷ γάλακτι, διὸ καὶ τὸ μὲν τῶν αἰγῶν ἀϲτομώτερόν ἐϲτι καὶ παρα- ϲτῦφον, ἐπεὶ τοιαύταιϲ πόαιϲ χαίρουϲιν αἱ αἶγεϲ τρεφόμεναι, τὸ δὲ τῶν προβάτων εὐϲτομώτερον καὶ γλύκιον, ὅτι τοιαύτη καὶ ἡ τροφὴ τῶν προβάτων. τὸ δὲ ποτὸν ὕδωρ ἄχρι μὲν τεϲϲαράκοντα ἡμερῶν λαμβανέτω τὸ ἐλάχιϲτον, τὸ δ᾿ ἐντεῦθεν οἰνομέλιτοϲ 〈παρὰ〉 μίαν καὶ δευτέραν ἡμέραν ποϲόν. διευτονώϲαντοϲ δὲ τοῦ βρέφουϲ καὶ παγέν- τοϲ καὶ μετὰ εὐτροφίαϲ εὐχροήϲαντοϲ οἰνάριον πινέτω λευκόν, διαυγέϲ, ἀθάλαϲϲον, μετρίωϲ ὑπαύϲτηρον, μέϲον δὲ κατὰ τούϲ χρόνουϲ, ἀλλ᾿ ἅπαξ [δὲ κατὰ] τὸ πρῶτον καὶ διά τινων ἡμερῶν. εἶτα καὶ παρὰ δύο καὶ παρὰ μίαν, μετὰ δὲ ταῦτα καὶ καθ᾿ ἡμέραν καὶ οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δίϲ, εἶτα καὶ ὅϲον ἱκανὸν παρηγορῆϲαι τὸ δίψοϲ. οὕτω γὰρ ἀβλαβῶϲ τὸ βρέφοϲ ὑπὸ τοῦ πεποιωμένου τῷ οἴνῳ τραφήϲεται γά- λακτοϲ, ἐν τοῖϲ ἔμπροϲθεν χρόνοιϲ ἀβλαβῶϲ τὴν δύναμιν ταύτην φέρειν οὐ πεφυκόϲ. 27 [96]. μὴ δὲ ἀπορήϲῃ τιϲ, πῶϲ οὖν ἁπάϲαϲ 〈ἐντὸϲ〉 ὑϲτεραϲ ὑπάρχον πρὸ τῆϲ ἀποτέξεωϲ ἔφερεν τὰϲ εἰρημέναϲ ποιότηταϲ τῆϲ μητρὸϲ αὐτοῦ καὶ οἶνον καὶ ποικίλην τροφὴν προϲφερομένηϲ. πρὸϲ ὅν λεκτέον, ὅτι ταῖϲ τῆϲ μητρὸϲ δυνάμεϲι τότε διοικούμενον ὡϲπερεὶ μέροϲ οὐκ ἔκαμνεν, μετὰ δὲ τὴν ἀπότεξιν ἰδίᾳ χρηϲάμενον ὑποϲτάϲει καὶ ἀϲθενεῖϲ ἔτι τὰϲ ἐνεργείαϲ ἔχον εὐμαρῶϲ ὑπὸ τῶν πληκτικωτέρων πάϲχει, καθ᾿ ὃν τρόπον καὶ τὰ φυτὰ προϲηνωμένα μὲν ἔτι τοῖϲ μεγά- λοιϲ δένδρεϲι καὶ τῇ τούτων ϲυνδιοικούμενα ϲτερεότητι καρπο|φορεῖ τε καὶ ἀνέμων ἐμβολὰϲ ὑποφέρει, χωριϲθέντα δὲ καὶ πρὸϲ ἰδίαν ὑπό- ϲταϲιν φυτευθέντα ῥᾳδίωϲ ἐξ ὀλίγηϲ βλάπτεται. οὐ τοίνυν ἐκ τοῦ μὴ ἀδικεῖϲθαι τὴν γαλοῦχον ἐξ οἵνου νῦν νομιϲτέον μηδὲ τὸ βρέφοϲ κακωθήϲεϲθαι, διαλογιϲτέον δέ, ὅτι τῆϲ κατὰ τοῦτο ϲυϲτάϲεωϲ εὐτονώ- τερον ὁ οἶνοϲ, ἔνθεν τὰ πολλὰ τῶν ἀμελῶϲ τρεφομένων ἐπιληπτικοῖϲ ἁλίϲκεται ϲπαϲμοῖϲ.