Ancient Greek · ~11 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XV [XXXV]. Τί ποιητέον ϲβεννυμένου τοῦ γάλακτοϲ ἢ φθειρομένου ἢ παχυνομένου ἢ λεπτυνομένου.
Not analysed yet
28 [97], Ἐλαττουμένου δὲ τοῦ γάλακτοϲ καὶ ϲβεννυμένου ἢ φθειρομένου ἢ λεπτυνομένου [παραδοτέον] ἢ παχυνομένου καλὸν μὲν [γὰρ] ἑτέραϲ τιτθῆϲ γάλα διδόναι [τὸ βρέφοϲ], μὴ ἐπιτρεπούϲηϲ δὲ τῆϲ περιϲτάϲεωϲ τὴν παροῦϲαν διαιτᾶν, ὡϲ μὴ νόϲῳ περιπεϲεῖν τὸ βρέφοϲ. ἀποϲβεννυμένου τοίνυν τοῦ γάλακτοϲ ἐπιθεωρητέον, πότερον διὰ νόϲον γίνεται τοῦτο μερικὴν ὑϲτέραϲ ἢ καὶ ἄλλων τινῶν τόπων, ἢ καὶ 〈δι᾿〉 ὅλου τοῦ ϲώματοϲ ἀτροφίαν κοινῶϲ ἢ φυϲικῶϲ ἐλαττοῦται τὸ γάλα μηκέτι τῆϲ φύϲεωϲ τοϲοῦτον ἀπογεννᾶν δυναμένηϲ, ὅϲον ἱκανόν ἐϲτιν τῷ τρεφομένῳ. κἇν μέν τιϲ νοϲώδηϲ ὑποπίπτη διάθεϲιϲ, ταύτην δεῖ ἀκολούθωϲ ἀναϲκευάζειν, τοῦ γὰρ πάθουϲ λυθέντοϲ καὶ ὁ παραποδιϲμὸϲ λύεται τῆϲ ἐνεργείαϲ· ἐὰν δὲ μὴ διὰ πάθοϲ, γυμναϲίοιϲ δεῖ χρῆϲθαι τοῖϲ ἀνειμένοιϲ καὶ περιπάτοιϲ καὶ τρίψεϲιν ταῖϲ δι᾿ αὐτῆϲ καὶ ταῖϲ δι᾿ ἄλλων μετὰ κατοχῆϲ πνεύματοϲ, ἐπὶ τέλει δὲ καὶ τούϲ μαϲτοὺϲ τρίβειν ἠρέμα. χρῆϲθαι δὲ καὶ ἀναφωνήϲει καὶ λουτρῷ καὶ τροφαῖϲ εὐχύλοιϲ καὶ τῇ διαχύϲει τῆϲ ψυχῆϲ καὶ τοῖϲ δυναμένοιϲ μάλιϲτα γυμνάζειν τὰ ὑπερκείμενα μέρη· διὰ τούτων γὰρ εἰϲ εὐτρο- φίαν ἀγομένου τοῦ ὅλου ϲώματοϲ ϲυνευτροφεῖ καὶ τὰ περὶ τοὺϲ μαϲτούϲ. ϲυνεχεϲτέρα δὲ ἔϲτω καὶ ἡ ἐκμύζηϲιϲ, πρὸϲ γὰρ τὴν τοι- αύτην αἴϲθηϲιν ὕληϲ ἐπιφορὰ γίνεται πλείονοϲ. Μνηϲίθεοϲ δὲ δὶϲ τῆϲ ἡμέραϲ ἐμέτῳ χρῆϲθαι παραινεῖ μὴ ἐφιϲτάϲ, ὅτι διὰ τῶν ἐμέτων διαφθορὰ γίνεται μᾶλλον, χωρὶϲ εἰ μὴ χρόνιον νόϲημά τιϲ θέλοι διορ- θώϲαϲθαι. τινὲϲ δὲ τοῖϲ ἀρωματικοῖϲ ποτήμαϲιν ἐχρήϲαντο καὶ τοῖϲ καταποτίοιϲ 〈τοῖϲ διὰ〉 τοῦ γάλακτοϲ λεγομένοιϲ· ἔδοϲαν δὲ καὶ τοὺϲ μαϲτοὺϲ ἐϲθίειν τῶν πολυγαλακτούντων τῇ φύϲει ζῴων. οἱ δὲ γλαῦ- κάϲ τε καὶ νυκτερίδαϲ ἔκαυϲαν καὶ τὴν ϲποδιὰν αὐτῶν τοῖϲ πινομένοιϲ ἐπέπαϲϲον ἢ μεθ᾿ ὑγροῦ τινοϲ τοῖϲ μαϲτοῖϲ ἐπέχριον. ἅπερ ἀποδοκι- μαϲτέον ἕκαϲτα, τὸν γὰρ ϲτόμαχον ἀνατρέποντα καὶ φθορὰν ἐργαζό- μενα διπλαϲιάϲει τὴν ἀτροφίαν. 29 [98]. πλείονοϲ δὲ γενομένου γάλακτοϲ τοῖϲ εὐτονωτέροιϲ γυμναϲίοιϲ τὰ ϲώματα δεῖ καταπυκνοῦν, παχυτέρου δὲ ὄντοϲ λουτροῖϲ τε χρῆϲθαι καὶ τροφαῖϲ ῥοφηματώδεϲιν καὶ τοῖϲ ὀλιγοτρόφοιϲ τῶν προϲφερομένων καὶ ὑδροποϲίᾳ. τινὲϲ δέ, ὧν εἰϲιν οἱ περὶ Μοϲχίωνα, κάππαριν ἔδοϲαν καὶ ῥαφανῖδαϲ καὶ ταρίχουϲ· οῖϲ οὐ ϲυγκαταθετέον, διὰ γὰρ τῆϲ δριμυφαγίαϲ εἰ καὶ τὸ πάχοϲ τέμνοιτο τοῦ γάλακτοϲ, 〈ἡ〉 ποιότηϲ αὐτοῦ φθαρεῖϲα καὶ δηκτικὴ γενομένη μᾶλλον 〈βλάπτει〉. |λεπτοτέρου δὲ τοῦ γάλακτοϲ γενομένου τὰ μὲν λουτρὰ ἀποδοκιμαϲτέον ἐξυδατωτικὴν φύϲιν ἔχοντα. χρηϲτέον δὲ τροφῇ πόλτοιϲ ϲκευαζομένοιϲ ἐκ φαρόϲ τε καὶ χόνδρου καὶ ῴοῖϲ ῥοφητοῖϲ καὶ ϲτροβίλοιϲ καὶ ποϲὶ χοιρείοιϲ καὶ τοῖϲ ἀκροκωλίοιϲ (γλίϲχρον γάρ τι καὶ κολλῶδεϲ [ὃν] ἐν τούτοιϲ) καὶ ἐριφείοιϲ κρέαϲι ποτὲ μὲν ὀπτοῖϲ, ποτὲ δὲ ἑφθοῖϲ καὶ οἰναρίῳ τῆϲ γε τοῦ βρέφουϲ προκοπῆϲ ἐπιτρεπούϲηϲ. διαφθειρομένου δὲ τοῦ γάλακτοϲ, ὅπερ ἐπὶ τὸ πλεῖϲτον ἐξ ἀπεψιῶν γίνεται καὶ ϲυνου- ϲιῶν καὶ τῆϲ κακοχυμοτέραϲ τροφῆϲ, ὑφαιρετέον μὲν τούτων ἕκαϲτον, εἰϲ δὲ τὴν εὔχυλον καὶ ὑγιεινὴν ἐπιϲτρεπτέον δίαιταν. καὶ τὰ μὲν περὶ τῶν γαλούχων ταῦτα, ἀνακαμπτέον δὲ ἐπὶ τὰ λοιπὰ 〈τῶν〉 εἰϲ τὴν τοῦ βρέφουϲ ἐπιμέλειαν.