Ancient Greek · ~5 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XIX[XXXIX]. Πότε καὶ πῶϲ παραλυτέον.
Not analysed yet
42 |111]. Προϊόντοϲ δὲ τοῦ χρόνου καὶ ἀπὸ τῶν ϲπαργάνων αὐτὸ δεῖ λύειν. ἔνιοι μὲν οὖν περὶ τεϲϲαρακοϲτὴν ἡμέραν τοῦτο ποι- οῦϲιν, οἱ πολλοὶ δὲ περὶ τὴν ἑξηκοϲτήν, οἱ δὲ καὶ μακροτέραν ταύτηϲ προθεϲμίαν ὁρίζουϲιν. ἡμεῖϲ δ᾿ ἐπεὶ πήξεωϲ ἕνεκα πρὸϲ ἀδιάϲτροφον ϲχηματιϲμὸν εὐχρηϲτεῖν φαμεν τὰ ϲπάργανα, τότε παραλύειν αὐτὰ δοκι- μάζομεν, ὅτε ἤδη μετρίωϲ πεπηγότοϲ τοῦ ϲώματοϲ οὐκέτι φόβοϲ ἐϲτὶν τοῦ διαϲτραφῆναί τι μέροϲ αὐτοῦ· τοῦτο 〈δ᾿ 〉ἐφ᾿ ὧν μὲν διὰ βελτίονα ϲώματοϲ ϲύϲταϲιν τάχιον, ἐφ᾿ ὧν δὲ δι᾿ ἀϲθενεϲτέραν ϲύγκριϲιν βράδιον παραγίνεται. δεῖ δὲ μηδὲ ἀθρόωϲ μηδὲ ὑφ᾿ ἓν πάντα λύειν τὰ ϲπάρ- γανα, πᾶϲα γὰρ αἰφνίδιοϲ εἰϲ τὸ ἐναντίον μεταβολὴ ξενοπαθείαϲ ἀπο- τελεϲτική. πρῶτον μὲν 〈οὖν〉 μίαν ἐλευθερῶϲαι χεῖρα καὶ μετά τιναϲ ἡμέραϲ τὴν ἑτέραν, εἶτα καὶ τοὺϲ πόδαϲ· προεκλύειν δὲ τὴν δεξιάν, ἐπικρατηθεῖϲα γὰρ κατὰ τοὺϲ τὴν εὐώνυμον πρῶτον λῦϲαι φθάϲανταϲ ἀτονωτέρα γίνεται τῷ βράδιον τῆϲ ἑτέραϲ ἐπὶ τὴν γυμναϲίαν ἐλθεῖν, ὥϲτε καὶ διὰ τοῦτο ἀριϲτερόχειραϲ ἐνίουϲ γίγνεϲθαι. πηγνυμένου δὲ τοῦ βρέφουϲ μᾶλλον καὶ τὸ ἐν οἴκῳ δεῖ λουτρὸν παραιτεῖϲθαι, χρῆϲθαι δὲ βαλανείῳ, μήτε ἐπὶ πολὺν χρόνον μήτε πεπυρωμένῳ· τὸν γὰρ κατ᾿ οἰκον ἀέρα προϲηνῶϲ καὶ ὁμαλῶϲ εὔκρατον οὕτωϲ οὐκ ἐνδέχεται παρα- ϲκευάζειν. ἐὰν δὲ ἀκμὴν ϲπαργανούμενον τὸ βρέφοϲ ἑλκωθῇ διὰ τὴν τῶν τελαμώνων παράτριψιν ἢ δι᾿ ἄλλην τινὰ ποιητικὴν ἑλκώϲεωϲ αἰτίαν, παραιτεῖϲθαι δεῖ τὰ ϲπάργανα καὶ ἁπλοῦν αὐτῷ περιτιθέντα. χιτωνάριον ἀποθεραπεύειν τὰ ἕλκη.