Ancient Greek · ~6 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XX[XL]. Πῶϲ δεῖ καθίζειν καὶ περιπάτηϲιν ἀϲκεῖν.
Not analysed yet
43 [112]. Καθίζειν δὲ καὶ ἀνίϲταϲθαι τοῦ βρέφουϲ πειράζοντοϲ βοηθεῖν αὐτοῦ τοῖϲ κινήμαϲιν δεῖ. τάχιον μὲν γὰρ προθυμούμενον καθίζειν καὶ μέχρι πλείονοϲ εἴωθε κυρτοῦϲθαι (καμπτομένηϲ τῆϲ ῥάχεωϲ διὰ τὸ μήπω τὸ ϲωμάτιον τόνον ἔχειν], προπετέϲτερον δὲ ἀνιϲτά- μενον καὶ περιπατεῖν θέλον διαϲτρέφεϲθαι κατὰ τούϲ μηρούϲ τὰ ϲκέλη. 44[113]. τοῦτο δὲ καὶ μᾶλλον ἐπὶ Ῥώμηϲ γινόμενον θεωρεῖται, καθὼϲ μέν τινεϲ ὑπολαμβάνουϲιν, ὅτι ψυχροῖϲ ὕδαϲιν ἡ πόλιϲ κάτω- θεν διαρρεῖται καὶ τὰ ϲώματα περιψύχεται ῥᾳδίωϲ, καθὼϲ δέ τινεϲ λέγουϲι, καὶ διὰ τὰϲ ϲυχνὰϲ τῶν γυναικῶν ϲυνουϲίαϲ ἢ διὰ τὸ μετὰ μέθην ταῖϲ ϲυμπλοκαῖϲ χρῆϲθαι, τὸ δ᾿ ἀληθὲϲ διὰ παιδοτροφίαϲ ἀπει- ρίαν. οὐ γὰρ ἔγκειται τοϲαύτη ϲτοργὴ ταῖϲ ἐν τῇ πόλει γυναιξίν, ὡϲ τὸ καθ᾿ ἕκαϲτον ἐπιβλέπειν, ὃν τρόπον πράττουϲιν αἱ καθαρῶϲ Ἑλ- ληνίδεϲ. μηδενὸϲ 〈οὖν〉 ἐπιθεωροῦντοϲ τὰ κινήματα τῶν βρεφῶν δία- ϲτρέφεται τὰ κῶλα τῶν πλείϲτων· ὅλον γὰρ τὸ βάροϲ τοῦ ϲώματοϲ ἐπίκειται τοῖϲ ϲκέλεϲι, ϲτερεὸν δὲ καὶ ἀπόκροτον τὸ ἔδαφοϲ, ὡϲ ἂν κατὰ τὸ πλεῖϲτον λίθοιϲ ἐϲτρωμένον. ὅταν οὖν ἀντίτυπον μὲν ἦ, καθ᾿ οὐ βαίνει, βαρὺ δὲ τὸ ἐπικείμενον, τρυφερὸν δὲ τὸ βαϲτάζον, κατ᾿ ἀνάγκην τὰ κῶλα ὑπενδίδωϲιν μήπω τῶν ὀϲτέων τετονωμένων. 45 [114]. ἔνθεν, ὅταν καθίζειν πρῶτον ἄρξηται. περιβολαῖϲ ἵμα- τίων αὐτὸ ϲτεκτέον ἢ παραθέϲει τῶν ἀνακρατεῖν αὐτὸ δυναμένων διερει- ϲτέον, καὶ οὐ μέχρι πολλοῦ τὸ πρῶτον· προκόπτον δὲ μᾶλλον ἕωϲ τοῦ ἕρπειν καὶ πρὸϲ μικρὸν ἐξανίϲταϲθαι παρὰ τοῖχον αὐτὸ διαϲτήϲαντα καταλιπεῖν, κατὰ πρόβαϲιν δὲ καὶ πρὸϲ δίφρον ὑπότροχον. οὕτωϲ ἐκ τῆϲ κατὰ βραχὺ ϲυναυξήϲεωϲ μελετήϲει τὴν ἐπίβαϲιν. καὶ ταῦτα μὲν περὶ κινήϲεωϲ, ἑξῆϲ δὲ καὶ περὶ τροφῆϲ ὑποδεικτέον.