Ancient Greek · ~2 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XVΙΙΙ[ΧΧΧVΙΙΙ]. Περὶ τῆϲ τοῦ ὀμφαλοῦ ἀποπτώϲεωc.
Not analysed yet
41 [110]. Δεῖ δὲ καὶ τὰ λοιπὰ τῶν κατὰ πρόβαϲιν τῶν χρόνων παραγγελμάτων ἐπιθεωρεῖν. καὶ πρῶτον μὲν μετὰ τρεῖϲ ἢ τέϲϲαραϲ ἡμέραϲ ἢ ὁποϲοϲοῦν τοῦ ὀμφαλοῦ κατὰ μαραϲμὸν ἀποπεϲόντοϲ τὸ ὑπολειφθὲν [καὶ] κατὰ τὴν βάϲιν ἑλκύδριον ἀποθεραπεύειν. αἱ πολλαὶ μὲν οὖν γυναῖκεϲ καύϲαϲαι χοίρειον ἀϲτράγαλον καὶ λειοτριβήϲαϲαι 〈ἠ〉 κοχλίαϲ ἡ βολβοὺϲ ἐπί- πάϲϲουϲιν, αἱ δὲ μόλυβδον κεκαυμένον καὶ πεπλυμένον· ἄμεινον δὲ τοῦτον καὶ ϲφονδύλῳ τῷ ἐριουργικῷ παραπληϲίωϲ ϲχηματίϲαϲαι κατὰ τῆϲ τοῦ ὀμφαλοῦ χώραϲ ἐρείδουϲιν, διὰ τὸ ἐμψυκτικὴν 〈μὲν〉 εἰναι τὴν ὕλην ἐπουλωθηϲομένηϲ τὴϲ ἑλκώϲεωϲ, διὰ δὲ τὸ βαρεῖαν εὐπρε- πῶϲ εὶϲ κοιλότητα τυπωθηϲομένου τοῦ ὀμφαλοῦ.