Ancient Greek · ~26 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XVI [XXXVI]. Περὶ λουτροῦ καὶ τρίψεωϲ τῶν βρεφῶν..1
Not analysed yet
30 [99]. Προϲεκτέον τοίνυν ἀκριβέϲτερον τοῖϲ λουτροῖϲ, ἵνα μήτε ϲυνεχῶϲ λούηται τὸ βρέφοϲ μήτε ἐπὶ πολὺ καθέψηται διὰ τῆϲ ἐξαντλή- ϲεωϲ, ὅπερ αἱ πλεῖϲται πράττουϲιν γυναῖκεϲ· τρὶϲ γὰρ αὐτὸ λούουϲι δι᾿ ἡμέραϲ καὶ νυκτὸϲ καὶ μέχρι τῆϲ ἐκλύϲεωϲ καταντλοῦϲιν ἡδόμεναι τῷ μετὰ τὸ λουτρὸν αὐτὸ κεκοπωμένον ἡϲυχάζειν τε καὶ κοιμᾶϲθαι. τοῦτο δ᾿ ἐϲτὶ βλαβερώτερον· ἄτονον γὰρ γίνεται τὸ ϲῶμα καὶ εὐπαθὲϲ καὶ εὐπερίψυκτον καὶ πρὸϲ πᾶϲαν βλάβην εὐάλωτον, ἐξοχώτερον δὲ κεφαλὴν πέφυκεν ἀδικεῖϲθαι καὶ τὰ περὶ τὰϲ αἰϲθήϲειϲ. ὅθεν καὶ καθ᾿ ἡμέραν μὲν αὐτὸ δεῖ λούειν, οὐδέποτε δὲ νυκτόϲ, ἀλλ᾿ οὐδὲ δὶϲ οὐδὲ τρίϲ, μόνον δὲ ὅταν ἐπείγῃ τι, μολυνόμενον ἐπὶ πλεῖον ἢ ἐξανθήμαϲιν τραχυνόμενον. |31 [100]. ὁ δὲ τρόποϲ ὁ τοῦ λουτροῦ καὶ τῆϲ τρίψεωϲ τοιοῦτόϲ ἐϲτιν. δεῖ πρῶτον οἰκημάτιον ἐκλέγειν ϲυμμέτρωϲ θερμὸν καὶ τὴν αὐγὴν ἀποκλίνειν. καθίϲαϲαν δὲ τὴν μαῖαν καὶ ἐπὶ τῶν μηρῶν καὶ ἐπὶ τῶν γονάτων ἁπλώϲαϲαν ὠμόλινον 〈ἢ〉 ῥάκοϲ, ἔπειτα κατακλίνειν τὸ βρέφοϲ καὶ ἀποϲπαργανώϲαϲαν ἀλείφειν ἐλαίῳ χλιαρῷ· εἶτα κατέ- χουϲαν τῇ εὐωνύμῳ χειρὶ τὸν δεξιὸν βραχίονα ὑπὸ τὴν μαϲχάλην, ὥϲτε τὸ ϲτῆθοϲ αὐτοῦ τῷ πήχει προϲαναπαύεϲθαι παρεγκεκλιμένου ποϲῶϲ ἐπὶ τὸ δεξιὸν πλευρόν, καταντλεῖν διὰ τῆϲ δεξιᾶϲ χειρὸϲ ὕδωρ θερμόν τε καὶ εὔκρατον ὡϲ πρὸϲ τὴν τοῦ βρέφουϲ εὐαρέϲτηϲιν· τὸ γὰρ ὡϲ πρὸϲ ἡμᾶϲ εὔκρατον ζεϲτότερον ἀκμὴν τῷ νηπίῳ διὰ τὴν ὑπερβάλλουϲαν τρυφερίαν τοῦ ϲώματοϲ. παρεπιχέειν δέ τινα κατὰ λόγον ἁρμόϲει ὕδωρ θερμόν, ἐπεὶ ψύχεται τὸ πρῶτον, καὶ καταντλεῖν μέχριϲ ἂν εὐανθὲϲ γένηται τὸ ϲῶμα καὶ ὁμαλῶϲ θερμόν. εἶτα ϲτρέφειν τὸ βρέφοϲ καὶ ὑπτιωθέντοϲ αὐτοῦ προϲαπολούειν καὶ ἀποκαθαίρειν τὰ μηρία καὶ τὴν ἕδραν καὶ τὰ περὶ τὸν τράχηλον καὶ τὰ περὶ τὰϲ μαϲχά- λαϲ (ῥύποϲ γὰρ αὐτοῖϲ περιφύεται) κἄπειτα λοιπὸν εἰϲ καθαρὸν ὕδωρ ὴ ἔλαιον ἀποβαπτομένῳ τῷ λιχανῷ τὰ ἐγκείμενα τῷ ϲτόματι ϲίελα κομίζεϲθαι καὶ ἡϲυχῆ γλῶττάν τε καὶ οὖλα καὶ χαλινὰ διαψηλαφᾶν, κούφωϲ δὲ θλίβειν τὸ ἦτρον εἰϲ ὑπόμνηϲιν ἀπουρήϲεωϲ. μετὰ δέ τιναϲ ἡμέραϲ καὶ διὰ γαλακτώδουϲ ὕδατοϲ μετὰ τὸ θερμὸν ἐθίζειν αὐτὸ λοῦϲθαι, χάριν τῆϲ πρὸϲ τὴν ψυχρολουϲίαν ϲυνηθείαϲ, ὑφ᾿ ἧϲ δυϲπερί- ψυκτον φυλαχθήϲεται. [101]. μετὰ δὲ τὸ λουτρὸν ἐκ τῶν ϲφυρῶν ἀποκρατούμενον ἐπὶ κεφαλὴν αὐτὸ δεῖ κρεμνᾶν χάριν τοῦ διάϲταϲιν λαμβάνειν τούϲ ϲπονδύλουϲ καὶ εὐκαμπῆ τὴν ῥάχιν ἀποτελεῖϲθαι καὶ τὰ νεῦρα καθά- περ ἐκ ϲυϲτροφῆϲ τινοϲ ἁπλοῦϲθαι, κἄπειτα προϲηνῶϲ αὐτὸ ϲχηματί- ζειν κατὰ τῶν τῆϲ λελουκυίαϲ μηρῶν καὶ τῷ προυποκειμένῳ ῥάκει ἢ ὠμολίνῳ περιβληθὲν ἐκμάϲϲειν. εἶτα ϲυναλείφειν ἐκτενῶϲ καὶ τρίβειν μετὰ διαπλαϲμοῦ μέροϲ ἕκαϲτον, ὥϲτε λεληθότωϲ [ἕκαϲτον] τὸ ἀκμὴν ἀδιαμόρφωτον εἰϲ τοὺϲ κατὰ φύϲιν διατυπωθῆναι χαρακτῆραϲ. δια- κρατήϲαϲα γὰρ οὖν ἡ τιτθὴ ποτὲ μὲν τὸν καρπὸν μετὰ ἀποτάϲεωϲ τῆϲ δεξιᾶϲ χειρὸϲ λοξὴν κατὰ ῥάχεωϲ ἀπὸ εὐωνύμου γλουτοῦ τὴν τρίψιν ἀγέτω, ποτὲ δὲ καὶ τὸ δεξιὸν ϲφυρὸν καταϲχοῦϲα πάλιν ἀπὸ τῆϲ εὐωνύμου ὠμοπλάτηϲ ἐπὶ τὸ δεξιὸν ἀγέτω ϲκέλοϲ. εἶτ’ ἐπὶ ῥάχιν ἀνακλάτω τὰ κῶλα, δεξιὸν μὲν ἀκροπόδιον ἀριϲτερῷ προϲάγουϲα χειρὸϲ ἄκρῳ, εὐώνυμον δὲ δεξιῷ. μαλάϲϲεται γὰρ οὕτω τὰ νεῦρα τῶν ἄρθρων, 〈ὧν〉 ἕκαϲτον εὐκινητότερον ταῖϲ ποικίλαιϲ περιαγωγαῖϲ ἀποτελεῖται, καὶ εἴ τι γλιϲχρῶδεϲ ϲυνιϲταμένου τοῦ ζῴου παρειϲεδύετο τοῖϲ ἄρθροιϲ, ἐκθλίβεται. μετὰ δὲ τὴν καθ᾿ ἓν μάλαξιν ἀμφότερα τὰ ϲκέλη πρὸϲ ἄλληλα ϲυνάγουϲα διὰ μὲν τῆϲ ἑτέραϲ χειρὸϲ μετ᾿ ἀποτάϲεωϲ ϲυνεχέτω, διὰ δὲ τῆϲ ἑτέραϲ ὅλον κατὰ μῆκοϲ τριβέτω. [102]. καὶ τοπικῶϲ ἰγνύαϲ μὲν ἐκπλατυνέτω τῇ τοῦ θέναροϲ ἐπαγωγῇ. ϲφυρὰ δὲ ἀλλήλοιϲ προϲηγμένα ζυγούτω καὶ ῥυθμιζέτω 〈καὶ〉 κατὰ τὴν ἀνάτριψιν τὴν ἀπὸ τῶν πτερνῶν τὰϲ προτέραϲ ὑπεροχὰϲ καταϲτελλέτω διορθουμένη τὸ ἐκτρεπόμενον· εἶτα προϲανακλάτω τὰ κῶλα τοῖϲ πυγαίοιϲ προϲάγουϲα τὰϲ πτέρναϲ. ἐντεῦθεν δὲ καὶ πλα- τείαιϲ ταῖϲ χερϲὶν ἐπ᾿ εὐθείαϲ τε καὶ κατὰ περιϲπαϲμὸν ἐξομαλιζέτω τὴν ῥάχιν, εἶτα τῷ μεγάλῳ δακτύλῳ κάτωθεν ἀπὸ μεϲοπυγίου ἕωϲ ἰνίου κατ᾿ ἀπόταϲιν θλίβουϲα ἐπικοιλαινέτω 〈καὶ πά〉λιν ἀπὸ τραχήλου ἕωϲ ἱεροῦ ὀϲτέου κατ᾿ εὐθεῖαν, ἵνα ἡ μετὰ τοῦ εὐπρεποῦϲ καὶ ἡ μετ᾿ εὐκινηϲίαϲ τῶν ϲπονδύλων ϲύνθεϲιϲ ἀποτελεϲθῇ. μετὰ δὲ ταῦτα διὰ τοῦ μεγάλου καὶ λιχανοῦ δακτύλου τὰ περὶ τὰ πυγαῖα ταῖϲ ἐμπιέϲεϲιν εὐπρεπείαϲ ἕνεκα κοιλαινέτω, ϲυνεϲτραμμένηϲ δὲ τῆϲ χειρὸϲ ἐπαγωγῇ τὰ ὑπὲρ τὸν ἔϲχατον τῆϲ ῥάχεωϲ ϲπόνδυλον λεληθότωϲ ἀπωθείϲθω πρὸϲ τὸ μὴ γενέϲθαι λόρδωϲιν, οὕτω δὲ καὶ κατὰ νώτου καὶ μετα- φρένου χάριν τοῦ δυϲεξύβωτα καὶ 〈μὴ〉 ἀνώμαλα εἶναι. μετὰ δὲ ταῦτα τὸ κεφάλιον πρῶτον μὲν 〈κατὰ〉 περιαγωγὴν ἑκατέρᾳ χειρὶ τριβέτω ϲτρογγύλωϲ, δεύτερον δέ πωϲ ὑποτυπούτω ποτὲ μὲν ἐξ ἀντιθέτων τῶν χειρῶν ἦ μὲν κατ᾿ ἰνίου, ἢ δὲ κατὰ μετώπου ταϲϲομένη, ποτὲ δὲ ἦ μὲν κατὰ κορυφῆϲ, ᾖ δὲ ὑπ᾿ ἀνθερεῶνα. εὐρυθμιζέτω δὲ δεξιῶϲ τὸ κρανίον, ὥϲτε μὴ προμηκέϲτερον ἢ φοξὸν ἀποτελεϲθῆναι. ποτὲ δὲ καὶ κινείτω προϲεπαίρουϲα τὸ κεφάλιον καὶ ἀποτεινέτω, γυμναϲίαϲ ἕνεκα τῶν τενόντων καὶ κινήϲεωϲ τῶν ϲπονδύλων, ἐπεὶ δι᾿ αὑτοῦ ταῦτα τὰ μέρη κινεῖν ἀδυνατεῖ τὸ νήπιον. 34 [103]. τούτων δὲ ἐπιμεληθεῖϲα ϲτρεφέτω τὸ βρέφοϲ καὶ |τὰ ἔμπροϲθεν ϲυναλειφέτω. καὶ διά τινων ἡμερῶν τούϲ ὀφθαλμούϲ ἐγχυματιζέτω, καὶ μὴ καθ᾿ ἡμέραν, ὀφθαλμίαι γὰρ ἐντεῦθεν ἐνίοιϲ ἐπακολουθοῦϲιν ἑλκουμένων ποτὲ καὶ τῶν ὑμένων. τριβέτω δὲ πάλιν ἀπὸ ἀκρωμίου κατὰ μίαν ἀποτεταμένην χεῖρα, κἆπειτα λοιπὸν αὐτὰϲ ἀντιπαραλλαϲϲέτω περὶ ϲτέρνον ὡϲ ἐπὶ πλευρὰϲ ἄγουϲα καὶ περιπτύϲ- ϲουϲα, καθάπερ ἐπὶ τῶν περιλαμβανόντων εἴωθε γίνεϲθαι, μετὰ ποϲῆϲ ἐκτάϲεωϲ. προϲανατριβέτω δὲ κοιλίαν καὶ θώρακα καὶ καθ᾿ ἓν πάλιν ϲκέλοϲ ἀποτεταμένον. εἰθ᾿ ὑφ᾿ ἕν ἐζυγωμένα τὰ δύο. διαϲαλευέτω δὲ καὶ τὰϲ ἐπιγονατίδαϲ, ἵνα μὴ δυϲκίνητοι τῇ ϲυμβολῇ τῶν κώλων καθι- ϲτῶνται, καὶ προϲεκπλατυνέτω χάριν εὐμορφίαϲ ἁπλῇ τῇ χειρὶ κατὰ μῆκοϲ ἀντιπαραγομένῃ, ϲυνηγμένων πρὸϲ ἄλληλα τῶν ϲκελῶν. τριβέτω δὲ τοῖϲ ἀντίχερϲιν ἑκατέροιϲ καὶ τοὺϲ ὀφθαλμοὺϲ 〈καὶ〉 περιπλαϲϲέτω καὶ τὸν μυκτῆρα διεγείρουϲα μὲν αὐτὸν ἐπὶ ϲιμῶν, θλίβουϲα δὲ ἐπὶ γρυπῶν, προϲαναϲτέλλουϲα 〈μέν〉, ἐφ᾿ ὧν τὸ γρυπόν, οὐ κατὰ μετε- ωριϲμὸν ἐπὶ τοῦ ὑψώματοϲ, κατὰ προπέτειαν δὲ τῶν περὶ τὸ ϲφαι- ρίον ἄκρων, ἐπιϲπωμένη δὲ ἀνεϲταλμένα τὰ πτερυγώματα τῶν ῥινῶν. εἰ δὲ ἄρρεν τὸ νήπιον ὑπάρχον φαίνοιτο λειπόδερμον, τρυφερῶϲ ἐπι- ϲπάϲθω τὴν ἀκροποϲθίαν ἢ καὶ διὰ κροκύδοϲ ϲυνεχέτω πρὸϲ διακρά- τηϲιν· ἑλκομένη γὰρ ἐκ τοῦ πρὸϲ ὀλίγον καὶ ϲυνεχῶϲ ἐπιϲπωμένη ῥᾳδίωϲ ἐπιδίδωϲι καὶ τὸ κατὰ φύϲιν ἀπολαμβάνει μῆκοϲ καλύπτουϲα τὴν βάλανον καὶ ϲυνεθιζομένη τὴν φυϲικὴν εὐμορφίαν τηρεῖν. προϲ- αναπλαϲϲέτω δὲ καὶ τὸν ὄϲχεον ἐκ τῶν ϲυμμηριῶν, 〈καὶ〉 ἵνα μὴ θλίβηται, προῦποβάλλουϲα ἔριον κατὰ τῶν μηρῶν οὕτωϲ αὐτὸν ἀπο- τιθέτω. |35 [104]. μετὰ δὲ τὸν διαπλαϲμὸν ϲπαργανούϲθω τὸ βρέφοϲ ὀλίγῳ λελιπαϲμένον ἐλαίῳ· τὸ γὰρ πλεῖον ψύχει τε καὶ οὐκ ἐᾷ μένειν τὰ ϲπάργανα δι᾿ ὑγραϲίαν, καὶ ὀλιϲθανόντων καὶ περιτρεπομένων δια- ϲτρέφεται τὰ κῶλα. ϲυμφέρει δέ ποτε καὶ κηρῷ Τυρρηνικῷ τακέντι 〈ϲὺν〉 ἐλαίῳ πρὸ τῆϲ ϲπαργανώϲεωϲ ἀλείφειν τὰ ϲώματα· μαλάϲϲει γὰρ οὖτοϲ καὶ θάλπει τὸν ὄγκον, ἔτι δέ πωϲ τρέφει καὶ λευκαίνει τὸ ϲῶμα. μετὰ δὲ τὸ λουτρὸν ἐκμυζάτω τὰ ὦτα καὶ τοὺϲ μυκτῆραϲ τοῦ βρέφουϲ, ὅπωϲ μὴ ὑπομεῖναν ὑγρὸν τρυφεροὺϲ ἔτι τυγχάνονταϲ τοὺϲ φυϲικοὺϲ πόρουϲ βλάψῃ.