Ancient Greek · ~31 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XVII [XXXVII]. Πῶϲ δεῖ καὶ πότε διδόναι τῷ βρέφει τὸν μαϲτόν..1
Not analysed yet
36 [105]. Διαϲτήϲαϲα δὲ ὀλίγον, ὥϲτε 〈τὸ βρέφοϲ ἀπηρεμῆϲαι μετὰ〉 τὴν ἐκ τοῦ λουτροῦ ταραχήν, αὐτὸ παρατιθέτω· τὸ γὰρ εὐθέωϲ παρέχειν τὴν τροφὴν ἐπιβλαβὲϲ οὐ μόνον νηπίῳ, ἀλλὰ καὶ τελείῳ, πεπυρωμένη γὰρ ἡ ϲύγκριϲιϲ ἀθρόωϲ ἐπιϲπᾶται τὴν τροφὴν καὶ δια- φθείρει. καὶ αὐτὴ ἡ γαλουχοῦϲα, εἴπερ ἀπὸ βαλανείου τυγχάνει, διαϲτηϲάτω τὸ αὔταρκεϲ καὶ προλαμβανέτω πρότερον ὑδάτιον· οὐ γὰρ τεταραγμένῳ τῷ ϲώματι μόνον ἐπιβλαβὲϲ λαμβάνειν τὴν τροφήν, ἀλλὰ καὶ ἀπὸ τεταραγμένου ϲώματοϲ τροφὴ βλάπτει. καὶ τὸ νήπιον οὖν ἀπὸ τοῦ λουτροῦ διαϲτηϲάτω καὶ ἡ τροφόϲ, 〈καὶ〉 ἀπαμελξάτω τὸ παρεγκείμενον τοῖϲ μαϲτοῖϲ καὶ ἀποθλίψαϲα τὸ ἀπὸ τῆϲ τα|ραχῆϲ διεφθαρμένον γάλα, τότε διδότω καθαρὰν τροφὴν εὐϲταθοῦντοϲ τοῦ ϲώματοϲ. 37 [106]. ἀεὶ μέντοι παρέχουϲα τὸν μαϲτὸν καθεζέϲθω καὶ προϲ- ϲτερνιϲαμένη ταῖϲ ἀγκάλαιϲ τὸ βρέφοϲ ποϲῶϲ ἀνάρροπον ἐπὶ πλευρὸν ἐϲχηματιϲμένον, ποτὲ μὲν δεξιόν, ποτὲ δὲ εὐώνυμον, ἐντιθέτω τοῖϲ χείλεϲιν αὐτοῦ τὴν θηλήν. καθεζέϲθω μὲν οὖν οἶον ἐπινενευκυῖα, ἐπειδήπερ ὑπτιωμένηϲ αὐτῆϲ ἢ καταρρόπου ἐϲχηματιϲμένηϲ δυϲκολω- τέρα γίνεται ἡ κατάποϲιϲ, ὥϲτε ποτὲ μὲν ἀνταποδίδοϲθαι τὸ πινό- μενον, ποτὲ δὲ καὶ πνιγμοῦ γίνεϲθαι παραίτιον. τοῦ αὐτοῦ δὲ χάριν καὶ τὸ βρέφοϲ ποϲῶϲ ἀνάρροπον ἐϲχηματίϲθω, μὴ διηνεκῶϲ δὲ ἐπὶ τὸ- δεξιὸν πλευρόν, πρῶτον μὲν εἰϲ τὸ ἐναλλάξαι ἐφ᾿ ἑκατέρου τε μαϲτοῦ τρέφεϲθαι, δεύτερον δὲ πρὸϲ τὸ μὴ μετὰ τὴν λύϲιν τῶν ϲπαργάνων μὴ πάντοτε κατεχομένην τὴν δεξιὰν μελέτην ὑπομεῖναι τῆϲ ἀνενεργη- ϲίαϲ. ἐνθεῖϲα μέντοι τὸν μαϲτόν, ὡϲ εἴρηται, πρὸ τοῦ τὸ νήπιον ἐπι- ϲπᾶϲθαι τὴν θηλὴν πρᾴωϲ ἐνθλιβέτω τὸ γάλα πρὸϲ ὑπόμνηϲιν τῆϲ ὀρέξεωϲ καὶ εἰϲ τὸ μὴ κακοπαθεῖν ἐπὶ πολὺ τὸ νήπιον τὴν πρώτην βιαζόμενον ὁλκήν. ἀφ᾿ ὕπνου δὲ ἡ τροφὸϲ ὑπάρχουϲα πάντοτε περι- πατείτω διατριψαμένη καὶ ϲαλεύουϲα τούϲ μαϲτούϲ 〈καὶ〉 οὕτω τὸ γάλα τῷ τρεφομένῳ παρεχέτω· διατμίζεται γὰρ τὸ περιϲϲὸν καὶ λύεται τὸ παχυμερὲϲ ἐκ τῆϲ τοιαύτηϲ προδιακινήϲεωϲ. μικρὸν δ᾿ ἐν ταῖϲ ἀγκά- λαιϲ αὐτὸ προδιακατέχουϲα μετὰ τὸ ϲυμμέτρου μεταϲχεῖν γάλακτοϲ κοιμιζέτω καθ᾿ οἴαϲ ὑπεδείξαμεν κοίτηϲ, προκύπτον δὲ καὶ ἐγκλῖνον καθεδρίῳ. πάντοτε δὲ ἄνωθέν τι περιβαλλέϲθω ϲκέπηϲ ἕνεκεν ἢ τοὺϲ ὁφθαλμοὺϲ αὐτοὺϲ ἐπικαλυπτέτω διά τινοϲ, οὐ μόνον τῇ τρυφερίᾳ πρὸϲ πᾶν τὸ παρεμπεϲεῖν δυνάμενον εὐαδικήτουϲ ὑπάρχονταϲ, ἀλλὰ καὶ ὑπὸ τοῦ πλείονοϲ φωτὸϲ καὶ τῆϲ ἀηδεϲτέραϲ αὐγῆϲ εἰωθόταϲ ἀπο- ϲτραβοῦϲθαι. μὴ ϲυγκοιμάϲθω δὲ τὸ βρέφοϲ αὐτῇ, καὶ μάλιϲτα ἐν ἀρχαῖϲ, ἵνα μὴ ἀπροόπτωϲ ἐπικυλιϲθεῖϲα περιθλάϲεωϲ ἢ πνιγμοῦ γένηται παραιτία. διὸ καὶ παρακείϲθωϲαν αἱ βαυκάλαι τῇ κλίνῃ, κἂν ἔγγιον ἔτι ϲπουδάζῃ τὸ βρέφοϲ ἔχειν, ἡ ϲκάφη κατὰ τῆϲ κλίνηϲ ἐπιτιθέϲθω. 38 [107]. παραινετέον δὲ τῇ τροφῷ καὶ ὥϲτε μὴ δι᾿ ὅληϲ τῆϲ ἡμέραϲ ἢ νυκτὸϲ διδόναι τὸ γάλα· διὰ γὰρ τὴν ἀμετρίαν νόϲοιϲ ἁλί- ϲκεται, πρὶν ἐξοικονομῆϲαι τὸ πρῶτον ἕτερον λαμβάνον καὶ οὕτωϲ διαφθεῖρον τὸ πρῶτον, καὶ μάλιϲτα νυκτόϲ. πλεονάκιϲ μὲν οὖν παρ- ἔχειν τὸν μαϲτὸν παρ᾿ ὅϲον τὴν αὐτάρκη τροφὴν οὐ δύναται λαμβά- νειν· καὶ γὰρ τὸ γάλα φύϲει πλήϲμιον, ὥϲτε κόρον ἐμποιῆϲαι τῷ νηπίῳ, πρὶν ἢ αὔταρκεϲ αὐτῷ πρὸϲ τὴν διάθρεψιν παρατεθῆναι, καὶ αὐτὸ δὲ τὸ βρέφοϲ, κάμνον διὰ τὴν ἀτονίαν τοῦ ἐπιϲπᾶϲθαι ἄχρι πλείονοϲ τὴν θηλήν, ἀφίϲταται πρὸ τοῦ λαβεῖν τὸ αὔταρκεϲ. παρ᾿ δ πλεονάκιϲ μὲν αὐτῷ δεῖ τὸ γάλα δίδοϲθαι, πλὴν οὐκ ἀδιαλείπτωϲ οὐδὲ πρὸ τοῦ λουτροῦ, πολὺ δὲ μᾶλλον οὐδ᾿ ἐν αὐτοῖϲ τοῖϲ βαλανείοιϲ, ὅπερ ἀπαραιτήτωϲ ποιοῦϲιν αἱ γυναῖκεϲ ῥᾳδίωϲ κλαῖον αὐτὸ ϲιγῆϲαι θέλουϲαι· διαφθειρομένου γὰρ καὶ ἀποξυνομένου τοῦ γάλακτοϲ κακοῦ- ται τὸ νευρῶδεϲ ἐπιληψίαι τε καὶ ἀποπληξίαι γίνονται. πάντων δὲ χαλεπώτατον καὶ εἰϲ προφυλακὴν τοῦ μηδ᾿ ὅλωϲ αὐτὸ κλαῦϲαι τὴν θηλὴν διὰ τοῦ ϲτὸματοϲ καταλιπεῖν αὐτοῦ κοιμωμένου· θλιβομένων γὰρ τῶν μυξωτήρων καὶ ἀποφραϲϲομένου τοῦ ϲτόματοϲ καὶ βαρυνο- μένου τοῦ φάρυγγοϲ ἔϲθ᾿ ὁπότε τοῦ γάλακτοϲ χωρὶϲ ἐκμυζήϲεωϲ ἐπιρρέοντοϲ τὸ νήπιον πνίγεται. 39 [108]. ἄλλωϲ τε καὶ οὐ 〈δεῖ〉 διὰ τὸ κλαίειν πάντοτε 〈τὸν〉 μαϲτὸν αὐτῷ παρέχειν. πρῶτον μὲν γὰρ αὐτῷ ϲυμφέρει ποτὲ καὶ ὁ κλαυθμόϲ· γυμνάϲιον γὰρ φυϲικὸν τοῦτο εἰϲ τόνωϲιν τοῦ πνεύματοϲ καὶ τῶν ἀναπνευϲτικῶν ὀργάνων πρόϲ τε τὴν διάταϲιν διευρυνομένων τῶν πόρων ἡ ἀνάδοϲιϲ τῆϲ τροφῆϲ εὐχερεϲτέρα παραϲκευάζεται· πλὴν οὐχ ἕωϲ πλείονοϲ κλαίειν ἀνετέον αὐτό, καὶ γὰρ τοὺϲ ὀφθαλμούϲ ἀδικεῖ καὶ τῆϲ εὶϲ ὄϲχεον ἐντέρων κατολιϲθήϲεωϲ αἴτιον γίνεται. δεύ- τερον οὐ διὰ μόνην ἔνδειαν κλαυθμυρίζει τὸ βρέφοϲ, ἀλλὰ καὶ διὰ ϲφίγξιν ἢ θλίψιν κακῶϲ ἐϲχηματιϲμένον, ἢ διὰ δῆξιν περιϲϲωμάτων καὶ ζῴου τινὸϲ ἢ νυγμόν, ἢ πλῆθοϲ τροφῆϲ ἐπιβαρούϲηϲ τὸν ὄγκον, ἢ ῥῖγοϲ, ἢ κα〈ῦμα, ἢ〉 τὸ μὴ δύναϲθαι διαχωρῆϲαι ϲκληροτέρου παρεγκειμένου τοῖϲ ἐντέροιϲ περιϲϲεύματοϲ, ἢ διὰ δυϲαρέϲτηϲιν ἄλλην ἢ νόϲον· ὧν ἕκαϲτον, ἐφ᾿ ὅϲον ἐνδέχεϲθαι, ϲημειοῦϲθαι δὴ πέφυκεν, ὥϲτε κατάλληλα πρᾶξαι τοῖϲ ὀχλοῦϲιν καὶ οὐ πάντωϲ ἐπὶ τὸ δοῦναι τὸν μαϲτὸν τῷ βρέφει παρελθεῖν. ὅτι μὲν οὖν θλίβεται, γνωρίϲομεν τῷ δακτύλῳ τὴν θλίψιν τῶν τελαμώνων καταλαμβάνοντεϲ καὶ πελιού- μενον ἄκρον ἰδόντεϲ ἢ μὴ κατὰ φύϲιν ἐϲχηματιϲμένον· ὅτι δὲ δάκνε- ται ἢ νύϲϲεται ὑπό τινοϲ, διὰ τοῦ αἰφνίδιον κραυγάϲαι μήτε μεταϲχη- ματιϲθὲν μήτε ἐϲφιγμένον ὑπὸ τῶν ϲπαργάνων· ὅτι |δὲ βαρεῖται διὰ πλείονοϲ τροφῆϲ παράθεϲιν, διὰ τοῦ ἀϲᾶϲθαι καὶ ἐρυγάζεϲθαι, πολλάκιϲ δὲ καὶ μετέωρον ἔχειν τὸ ὑποχόνδριον (κἀκ τούτου μαθεῖν πρόϲεϲτιν, ποϲάκιϲ πέπωκεν γάλα)· ὅτι δὲ ῥιγοῖ, διὰ τοῦ πυκνοῦϲθαι καὶ ϲυϲτρέ- φεϲθαι καὶ ἀπεψῦχθαι, ποτὲ δὲ καὶ πεπελιῶϲθαι τὰ γυμνὰ καὶ τὸν οῖκον, ἐν ᾧ τρέφεται, φαίνεϲθαι ψυχρόν· ὅτι δὲ καυματίζεται, διὰ τοῦ θερμοτέρου μὲν ἡμᾶϲ ἀντιλαμβάνεϲθαι τοῦ ἀέροϲ, ἐρυθραίνεϲθαι δὲ καὶ πνευϲτιᾶν τὸ νήπιον ἢ πολλάκιϲ παρὰ τὸ δέον ϲκεπάϲμαϲιν περί βεβλῆϲθαι· ὅτι δὲ παρὰ τὸ ϲκληρὸν εἶναι τὸ ϲκόβαλον καὶ δυϲδιαχώ- ρητον, ἐκ τοῦ μετὰ διατάϲεωϲ καὶ ϲυνολκῆϲ τοῦ ϲώματοϲ κλαίειν ἔνεϲτι γνῶναι· ὅτι δὲ 〈δι᾿ ἄλλην〉 δυϲαρέϲτηϲιν καὶ ὁποιανδήποτε νόϲον, διὰ τοῦ ϲυνάγεϲθαι τοῖϲ χαρακτῆρϲιν καὶ ἀποϲτρέφεϲθαι τὸν μαϲτὸν ἐπὶ μηδεμιᾶ τῶν ἔμπροϲθεν αἰτιῶν εἰρημένων. τὸ δὲ τῆϲ τροφῆϲ ὀρεγόμενον διὰ τοῦ μηδενὸϲ τῶν εἰρημένων παρόντοϲ τὰ χείλη μὲν ϲαλεύειν, τὸ δὲ ϲτομάτιον ἀνοίγειν (καὶ μάλιϲτα εἴ τιϲ αὐτοῦ δακτύλῳ παράψαιτο διὰ τῆϲ ἁφῆϲ εἰϲ ὑπόμνηϲιν ἄγων τῆϲ θηλῆϲ), ἔτι δὲ διὰ τοῦ προϲεπι- θεωρῆϲαι, πόϲῳ μὲν εἴωθεν ἀρκεῖϲθαι γάλακτι, πόϲον δὲ ἔλαβεν νῦν, καὶ εἰ, ἐπεὶ πολὺϲ ὁ μεταξὺ γεγένηται χρόνοϲ, καὶ 〈τὸ〉 ὑποχόνδριον καθεῖται· τότε γὰρ παρέχουϲα τῷ βρέφει τὸν μαϲτὸν ἡ γαλοῦχοϲ εἰϲ διόρθωϲιν τοῦ διὰ τὴν ἔνδειαν τῆϲ τροφῆϲ κλαυθμυρίζοντοϲ οὐ δι- αμαρτήϲεται. 40 [109]. φυλάττεϲθαι δὲ καὶ μετὰ τὸ πληρωθῆναι τοῦ γάλακτοϲ εὐθέωϲ αὐτὸ κινεῖν. καὶ γὰρ οἱ τέλειοι μετὰ τροφὴν αἰωρούμενοι βλάπτονται φθειρομένηϲ τῆϲ τροφῆϲ, πολλῷ δὲ μάλλον τὸ ἀκμὴν νή- πιὸν διά τε τὴν τρυφερίαν τοῦ |ϲώματοϲ καὶ διὰ τὸ φύϲει πωϲ εὐεπιπόλαϲτον εἰναι τὸ γάλα· δι᾿ ἣν αἰτίαν, ὡϲ εἰκόϲ, καὶ τὰ βρέφη ϲυνεχέϲτερον ἐξερᾷ, πρὸϲ τὴν ἄτακτον καὶ ἀδιάλειπτον κίνηϲιν ναυ- τιῶντα καὶ ἀνατρεπόμενα 〈τὸν〉 ϲτόμαχον τοῖϲ δυϲθαλάϲϲοιϲ τῶν πλοιζο- μένων ἐμφερῶϲ. διὰ τοῦτο καὶ τὰ οὕτω τρεφόμενα πλαδαρὸν ποιεῖ τὸ ϲῶμα καὶ πρὸϲ τὰϲ νόϲουϲ εὐεπηρέαϲτον, ὅμοιόν τι πάϲχοντα τοῖϲ ϲιτευομένοιϲ ἐρίφοιϲ, οὓϲ οἱ κατ᾿ ἐπιτήδευϲιν λιπαρούϲ ποιῆϲαι θέλον- τεϲ, ὅταν πληρωθῶϲιν τοῦ γάλακτοϲ, ἐν ϲπυρίδι κρεμάϲαντεϲ κινοῦϲιν δι᾿ ὅληϲ ἡμέραϲ τε καὶ νυκτόϲ, οὕτω γάρ, διὰ τὸν ϲάλον τῆϲ τροφῆϲ εἰϲ ὅλα τὰ ϲώματα φερομένηϲ, διογκοῦται καὶ ἐμπιπλᾶται μέροϲ ἕκα- ϲτον. εἰ δὲ ἐπιμόνωϲ κλάοι τὸ βρέφοϲ ἀπὸ τῆϲ γαλακτοποϲίαϲ, ἐν ταῖϲ ἀγκάλαιϲ αὐτὸ διακρατείτω ἐρεθιϲμοῖϲ τιϲιν καὶ ψελλίϲμαϲιν καὶ φωναῖϲ προϲηνέϲιν παρηγοροῦϲα τὸν κλαυθμόν, μήτε δὲ ἐκφοβοῦϲα μήτ᾿ ἐπιταράττουϲα ψόφοιϲ τιϲὶν ἢ ἄλλαιϲ ἀπειλαῖϲ· ἡ γὰρ ἀπὸ τιῶν τοιούτων ἔκπληξιϲ αἰτία παθῶν γίνεται ποτὲ μὲν ϲωματικῶν, ποτὲ δὲ ψυχικῶν. οὐκ εὐθέωϲ οὖν μετὰ τὴν τροφὴν αἰωρητέον, ἀλλὰ ἢ μετ〈ὰ τὸ〉 αὐτὴν ἀναδοθῆναι ἢ πρὸ τροφῆϲ. πρὸϲ ἀναλογίαν δὲ τῆϲ ἕξεωϲ καὶ 〈ἡ〉 διὰ τῆϲ αἰώραϲ κίνηϲιϲ ἐπιτηδευέϲθω, τὸ 〈μὲν〉 πρῶτον μικρὸν ϲαλευομένηϲ τῆϲ ϲκάφηϲ ἢ τῆϲ βαυκάληϲ κρεμαμένηϲ ἢ ἐπὶ διαγωνίων λίθων ἐπηρειϲμένηϲ, εἰϲ ὔϲτερον δὲ καὶ διὰ φορείου, μετὰ δὲ τέϲϲαραϲ μῆναϲ καὶ τῆϲ τροφοῦ διακρατούϲηϲ ἐν ταῖϲ ἀγκάλαιϲ αὐτὸ καὶ περιπατούϲηϲ ἢ διὰ ζεύγουϲ αἰωρουμένηϲ. τὸ γὰρ βαϲτάζειν ἐπὶ τῶν ῶμων αὐτὸ καὶ κινεῖν ἀποδοκιμάζομεν· θλιβόμενοι τὰρ οἱ δίδυμοι ποτὲ μὲν ἀνατρέχουϲιν εἰϲ τὰ ὑπερκείμενα, ποτὲ δὲ διαλύον- ται, καὶ οὕτωϲ οἱ μὲν γίνονται κρυψόρχαι, οἱ δὲ εὐνοῦχοι. |