Ancient Greek · ~16 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XXI[XLI]. Πότε καὶ πῶϲ ἀπογαλακτιϲτέον τὸ βρέφοϲ..1
Not analysed yet
46 [115]. Μέχριϲ ἂν οὖν παγῇ τὸ νήπιον, μόνῳ διατρεφέϲθω γάλακτι· ϲτενῶν γὰρ ἔτι τῶν ἀραιωμάτων ὑπαρ χόντων ἐπιϲφαλὲϲ ἐπὶ τὴν ϲτερεωτέραν προέρχεϲθαι τροφήν, βραδυποροῦϲαν μὲν πρὸϲ τὰϲ ἀναδόϲειϲ διὰ τὴν ϲτενότητα τῶν πόρων, θλίβουϲαν δὲ πᾶν τὸ δοκοῦν αὐτὴν ὑποδέχεϲθαι. διὸ καὶ [αἱ] προπετεῖϲ μὲν αἱ μετὰ τὴν τεϲϲαρα- κοϲτὴν ἡμέραν ἤδη πειρώμεναι διδόναι τὴν ϲιτώδη τροφήν (ὅπερ μά- λιϲτα πϲιοῦϲιν 〈αἱ τῷ〉 ἐξαντλεῖν τὸ γάλα βαρυνόμεναι], φαῦλον δὲ καὶ τὸ ἐκ τῶν ἐναντίων ἤδη τοῦ ϲώματοϲ ἐϲτερεωμένου μὴ μεταβαίνειν ἐπὶ τροφὴν ἄλλην, οὐ μόνον ὅτι πλαδαρὸν γίνεται τὸ ϲῶμα καὶ διὰ τοῦτο εὐπαθὲϲ τὸ ἐκ τοῦ γάλακτοϲ τρεφόμενον ἐπὶ πλέον, ἀλλὰ καὶ ὅτι νόϲου γινομένηϲ εὐχερῶϲ ἀποξύνεται τὸ γάλα. παρ᾿ ἢν αἰτίαν πεπηγότοϲ ἤδη τοῦ ϲώματοϲ καὶ δεκτικοῦ ϲτερεωτέραϲ γινομένου τρο- φῆϲ, ὅπερ οὐκ ἂν ἔμπροϲθεν εὐτυχηθείη τῶν ἓξ μηνῶν, καὶ τῇ ϲιτώ- δει τροφῇ ψωμίζειν τὸ νήπιον ἁρμόζει, ψιχίοιϲ τρυφεροῖϲ ἐξ ὑδρο μέλιτοϲ ἢ γάλακτοϲ ἢ γλυκέοϲ ἢ οἰνομέλιτοϲ. μετὰ ταῦτα δὲ δοτέον καὶ ῥόφημα τὸ ἀπὸ τοῦ χόνδρου καὶ πόλτον δίυγρον καὶ ψὸν ῥοφη- τόν. μετάξὺ δὲ τῆϲ τροφῆϲ φυλακτέον διδόναι τὸ γάλα πιεῖγ· δυϲ- διοίκητοϲ γὰρ ἡ τροφὴ γίνεται τῷ ἐπινήχεϲθαι τῇ ὑγρότητι τοῦ γά- λακτοϲ, καὶ τὸ δίψοϲ οὺ παρηγορεῖται. διὸ κἂν ἔκδιψόν ποτε γένηται μετὰ τὴν τροφὴν τὸ βρέφοϲ, ὕδωρ ἢ ὑδαρὲϲ οἰνάριον δοτέον αὐτῷ διὰ τῶν πεφιλοτεχνημένων θηλῶν, ἀβλαβῶϲ γὰρ ἐκ τούτων κατ᾿ ὀλί. τον ὡϲ ἐκ τῶν μαϲτῶν τὸ ὑγρὸν ἕλκει. ποτὲ μέντοι καὶ ἀρτίδιον ἁπαλὸν ἐκ κραματίου προϲφέρειν ἔϲτιν, οἱ γὰρ διὰ τῆϲ μαϲήϲεωϲ τῆϲ τροφοῦ ψωμιϲμοὶ διὰ τὴν ϲυμπλοκὴν τοῦ φλέγματοϲ βλαβεροί. τῶν ἄρτων δὲ καὶ τὸν μηκωνίαν καὶ τὸν ϲηϲαμοῦν καὶ πᾶν τὸ ἀρτυμα- τῶδεϲ ἀποδοκιμαϲτέον, ἕκαϲτον γὰρ τούτων καὶ ἐπὶ τελείων δυϲ- κατέργαϲτον. 47 [116]. εὐχερῶϲ δὲ ἤδη τοῦ βρέφουϲ λαμβάνοντοϲ τὴν ϲιτώδη τροφὴν καὶ τῆϲ τῶν ὀδόντων ἀναφυήϲεωϲ ὑπιϲχνουμένηϲ καὶ τὴν τῶν ϲτερεμνιωτέρων διαίρεϲίν τε καὶ λείωϲιν ίὅπερ ὡϲ ἐπὶ τὸ πλεῖϲτον περὶ τὴν τρίτην ἢ τετάρτην ἑξάμηνον γίνεται) λεληθότωϲ καὶ κατ᾿ ὀλίγον ἀποϲυνεθίζειν αὐτὸ τοῦ μαϲτοῦ καὶ ἀπογαλακτίζειν τῷ προϲτι- θέναι μὲν ἀεὶ τῷ πλήθει τῆϲ ἄλληϲ τροφῆϲ, ὑποϲπᾶν δὲ τῆϲ ποϲότη- τοϲ τοῦ γάλακτοϲ. οὕτω γὰρ ἂν μᾶλλον τὸ βρέφοϲ ἀποϲυνεθιϲθή. ϲεται ἀλύπωϲ κατὰ βραχὺ τῆϲ πρώτηϲ ἀποχωροῦν ϲυνηθείαϲ, ἅμα δὲ ἀπεριέργωϲ ϲβεϲθήϲεται τὸ γάλα τῆϲ τιτθευούϲηϲ τὸ νήπιον τῇ κατὰ μικρὸν ὑφαιρέϲει τῆϲ ἐκμυζήϲεωϲ. τὸ γὰρ πικροῖϲ τιϲι καὶ δυϲώδεϲι περιχρίειν τὰϲ θηλὰϲ καὶ ἀθρόωϲ ἀπογαλακτίζειν αὐτὸ βλαβερὸν διὰ τὸ τὸν ἐν τῇ ἀθρόᾳ μεταβολῇ ξενιϲμὸν ἐμποιεῖν καὶ διὰ τὸ κακού- μενον ὑπὸ τῶν φαρμάκων τὸν ϲτόμαχόν ποτε πάϲχειν. 48 [117]. ἄριϲτοϲ δὲ καιρὸϲ ἀπογαλακτιϲμοῦ τὸ ἔαρ, ὑγιεινό. τερον 〈ὂν〉 δι᾿ εὐκραϲίαν τοῦ περιέχοντοϲ. φαῦλοϲ γὰρ ὁ κατὰ φθινό- πωρον᾿ τότε γὰρ διὰ τὴν ἀνωμαλίαν τοῦ περιέχοντοϲ ἐπινόϲωϲ δια- κειμένου τοῦ παντὸϲ ϲώματοϲ φυλάϲϲεϲθαι [δὲ] δεῖ τὰϲ τῶν ἐθῶν μεταβολάϲ, ἐχούϲαϲ τι δυϲάρεϲτον ἐκ τῆϲ ξενοπαθείαϲ. οὐ προϲεκτέον δὲ Μνηϲιθέῳ τε καὶ Ἀριϲτάνακτι βράδιον ἀξιοῦϲιν ἀπογαλακτί- ζειν ἐξ μηϲὶ τὸ θῆλυ διὰ τὸ ἀϲθενέϲτερον ὑπάρχειν᾿ οὐχ ὁρῶϲιν γάρ, ὅτι πολλῶν |ἀρρένων ἔνια θηλυκὰ βρέφη καὶ ἰϲχυρότερα καὶ ϲαρκω- δέϲτερα. δεῖ δὲ μηδενὸϲ τὸ νήπιον ἀποξενοῦν μήτε οἰνοποϲίαϲ μήτε ὑδροποϲίαϲ μήτε ψυχροποϲίαϲ μήτε θερμοποϲίαϲ μήτε ἀλείμματοϲ, καλὸν γὰρ εὐθὺϲ ἐξ ἀρχῆϲ ἔθοϲ πρὸϲ τὰ ὠφέλιμα ποιεῖν. τοῦ δὲ τιτθεύειν μὴ πρότερον ἀφίϲταϲθαι, πρὶν ἢ γενέϲθαι τὴν ὀδοντοφυῖαν. εἰ δὲ κάτογκον εἴη τῷ ϲώματι τὸ βρέφοϲ καὶ δύϲπνουν, δεήϲει τὸ πλῆθοϲ τῆϲ ϲαρκὸϲ ϲυνέργειν διὰ τοῦ τὴν μὲν τροφὸν ὀλιγοτρόφοιϲ καὶ ἥττοϲι τροφαῖϲ χρῆϲθαι καὶ ὑδροποτῆϲαι, τῷ δὲ βρέφει μὴ πολλάκιϲ τὸ γάλα παρέχειν καὶ κινήϲεϲι χρῆϲθαι τοῖϲ διὰ τῶν χειραμαξίων. κἂν φύϲει δὲ βορὸν ᾖ τὸ νήπιον καὶ πλείονοϲ ὀρεγόμενον τροφῆϲ ἤϲ δύνα- ται κρατεῖν, ἀποπεριϲπᾶν τὴν διάνοιαν αὐτοῦ ψυχαγωγίαιϲ τιϲὶν καὶ παιγνίαιϲ 〈καὶ〉 τὸ ψώμιϲμα διαιρεῖν καὶ ξηρὸν ἀρτίδιον αὐτῷ δι- δόναι καὶ τὸ γάλα ποιεῖν ὀλιγοτροφώτερον· τοὐναντίον δὲ πλείονοϲ τροφῆϲ κρατεῖν δυνάμενον, ἥττονοϲ δὲ ὀρεγόμενον τῇ ποικιλίᾳ δελεά- ζειν τῶν προϲφερομένων, κινεῖ γὰρ τὴν ὄρεξιν ἡ καινότηϲ τῶν παρα- τεθέντων. εἰ δὲ ἀπογαλακτιϲθὲν νόϲῳ περιπέϲοι, πάλιν αὐτὸ δεῖ μετάγειν ἐπὶ τὸ γάλα, καὶ μετὰ τὸ παύϲαϲθαι τὴν νόϲον καὶ ἀναλαβεῖν τὸ ϲωμάτιον, οὕτωϲ ἀπογαλακτίζειν.