Ancient Greek · ~7 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XXII[ XLII]. Περὶ ὀδοντφυῖαϲ.
Not analysed yet
49[118]. Περὶ δὲ τὸν ἕβδομον μῆνα γινομένηϲ τῆϲ φυ̣?αϲ, ὑφ̣᾿ ἧϲ φλεγμοναὶ γίνονται τῶν οὔλων καὶ ϲιαγόνων τε καὶ τενόντων, ἔμπροϲθεν μὲν προφυλακῆϲ χάριν οὑδὲν |δεῖ τῷ νηπίῳ διδό- ναι τῶν μαϲήϲεωϲ δεομένων, περιθλώμενα γὰρ τὰ οὖλα διαγανακτεῖ καὶ δυϲδιαίρετα γίνεται τυλωθέντα. πᾶν δὲ τοὐναντίον ἀπὸ τοῦ πέμπτου μηνὸϲ λελιπαϲμένῳ τῷ δακτύλῳ ϲυνεχῶϲ παρὰ τὸ λουτρὸν τὸ οὖλον ψηλαφᾶν καὶ μαλάϲϲειν ὀρνιθείῳ ϲτέατι· καὶ ὁ λάγειοϲ δὲ ἐγκέφαλοϲ οὕτωϲ τῷ τῆϲ ἀντιπαθείαϲ λόγῳ ποιεῖ. [τόδε πρὸϲ ἀνιῶντα οὖλα δεῖ δὲ καὶ λίπαϲμά τι προδιδόναι τῷ βρέφει ταῖϲ χερϲὶν κατέχειν μεῖζον ἢ 〈ὡϲ〉 καταπίνειν δύναϲθαι πρὸϲ τὸ καὶ ἀποθηλάζειν τοῦ νοτιϲμοῦ καὶ μὴ ἀπρεπῶϲ τὰ οὖλα διαμαλάϲϲειν παρὰ τὴν τῆϲ πιμελῆϲ μαλακότητα. κατὰ δὲ τὴν ὀδοντίαϲιν αὐτὴν καὶ μάλιϲτα τῶν ὀδόντων παρακυψάντων ἤδη τοῦτο μὲν οὐκέτι δεῖ ποιεῖν· πρὸϲ γὰρ τῷ ἐπι- πόνῳ διαϲτραφήϲεται τὰ φατνία ϲπαδονίζοντοϲ τοῦ παιδίου περὶ τοῖϲ ὀδοῦϲιν κατὰ τὸν ἐφελκυϲμὸν τὰϲ τῆϲ πιμελῆϲ κτηδόναϲ. παραιτεῖϲθαι δὲ δεῖ καὶ τὸ βούτυρον καὶ τὰ δριμέα τῶν διαχριϲμάτων (ἐρεθίζεται γὰρ δακνόμενα τὰ φλεγμαίνοντα), παραπέμπειν δὲ ὡϲ ἐπιβλαβῆ καὶ τὴν διὰ τοῦ ϲμιλίου διαίρεϲιν. χρῆϲθαι δὲ τρυφερῶν ἐρίων καὶ καθα- ρῶν ἐπιβολῇ τραχήλου καὶ κεφαλῆϲ καὶ ϲιαγόνων ἐπιβροχῇ τε τῶν αὐτῶν δι᾿ ἐλαίου γλυκέωϲ καὶ θερμοῦ παρενϲταζομένου καὶ τοῖϲ ἀκουϲτικοῖϲ πόροιϲ, ἐπιμενούϲηϲ δὲ τῆϲ φλεγμονῆϲ καὶ καταπλάϲμαϲι τοῖϲ διὰ γύρεωϲ ἢ τήλεωϲ ἢ λινοϲπέρμου πυρίᾳ τε τῇ διὰ ϲπόγγων, καὶ μάλιϲτα τῶν οὔλων, ἔτι δὲ καὶ μέλιτι ϲυμμέτρωϲ ἀπέφθῳ ταῦτα διαχρίειν. καὶ τὸ λουτρόν, ἐὰν μείζων |ἡ ϲυμπάθεια τυγχάνῃ, παραι- τεῖϲθαι δεῖ καὶ τὴν τροφὸν ἐπ᾿ ὀλιγοποϲίαϲ καὶ ὑδροποϲίαϲ τηρεῖν ῥοφηματώδη τροφὴν λαμβάνουϲαν κὰν τῷ διδόναι τὸν μαϲτὸν ἠρέμα τῇ χειρὶ τὸ γάλα παραναθλίβουϲαν, ὡϲ 〈μὴ〉 διὰ τὴν ἐκμύζηϲιν τὸ νήπιον κακοπαθοῦν ϲφοδροτέραν ὑπομένειν τὴν φλεγμονήν.