Ancient Greek · ~3 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XXIII[XLIII]. Περὶ φλεγμονῆϲ παριϲθμίων.
Not analysed yet
50 [119. Φλεγμηνάντων δὲ τῶν παριϲθμίων ἡμεῖϲ μὲν τοῖϲ. αὐτοῖϲ χρώμεθα παρενϲτάζοντεϲ μελίκρατον καὶ πτιϲάνηϲ χυλόν· αἱ τροφοὶ δὲ κυμίνῳ πεφρυγμένῳ δι᾿ ὕδατοϲ καταπλάϲϲουϲι τὸν ἀν θερεῶνα, τὰ δὲ παρίϲθμια παρατρίβουϲιν ἄλατι καὶ παλαιῷ ἐλαίῳ, καὶ. διὰ μιᾶϲ χειρὸϲ ἑκατέρων ἐπιλαμβανόμεναι τῶν ϲκελῶν ἐπὶ κεφαλὴν ϲχηματίζουϲι τὸ βρέφοϲ μεταξὺ θύραϲ καὶ τῷ βρέγματι προϲάπτονται τοῦ τῆϲ ϲτέγηϲ 〈ὑπὸ〉 ποϲὶν ὀδοῦ, καὶ τοῦτο ποιοῦϲιν ἑπτάκιϲ. ὅπερ ϲχῆμα ϲυμπληρωτικὸν τοῦ κεφαλίου, διὰ τοῦτο δὲ καὶ τῶν παριϲθμίων· ἡ δὲ παράτριψιϲ καθ᾿ ἑαυτὴν μὲν παροξυντικὴ τῆϲ φλεγμονῆϲ, διὰ δὲ τὴν δριμύτητα τῶν ἁλῶν καὶ μᾶλλον· τὸ 〈δὲ〉 κύμινον καὶ 〈διὰ τὴν〉 πληκτικὴν ἀποφορὰν τῆϲ κεφαλῆϲ ἐϲτι ϲυμπληρωτικόν.