Ancient Greek · ~5 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XXIV [XLIV). Περὶ ἄφθηc.
Not analysed yet
51 [120]. Ἄφθηϲ δὲ γενομένηϲ (ἤτιϲ ἕλκοϲ μέν ἐϲτιν ἐπιπόλαιον ἐν τῇ εὐρυχωρίᾳ τοῦ ϲτόματοϲ νεμόμενον) μικρᾶϲ μὲν ἐϲχάραϲ οὔϲηϲ μέλιτι δεῖ τὸ ϲτόμα διαχρίειν, μείζονοϲ δὲ μετὰ ξηραϲίαϲ μὲν καὶ φλεγμονῆϲ καταπλάϲϲειν τοῖϲ |χαλᾶν δυναμένοιϲ, μετὰ καθυγραϲμοῦ δὲ τοῖϲ ϲτύφειν ὑπιϲχνουμένοιϲ, οἶον διὰ φακοῦ καὶ ϲιδίων. κατὰ δὲ τοῦ ἕλκουϲ ἔνδοθεν χρῆϲθαι τῇ ἀνθηρᾷ ἢ λείῳ τῷ ἄνθει τῶν ῥόδων ἢ κυπέρῳ ἢ μυρίκηϲ καρπῷ, ποϲῶϲ δὲ τῆϲ ὑγραϲίαϲ κρατηθείϲηϲ τῇ διὰ μόρων ϲτοματικῇ καὶ τῇ διὰ κωδυῶν καὶ τῆ δι᾿ ἀρνογλώϲϲου μετὰ μέλιτοϲ ἦ τινι ἄλλῳ τῶν ϲτυπτικῶν χυλῶν ἑψηθέντι μετὰ μέλι- τοϲ. βοηθεῖ καὶ ἰρίϲ μετὰ μέλιτοϲ, καὶ εἰ ξηρὰν ἐμφυϲᾶν ἐθέλειϲ, καὶ ῥόδων φύλλα κεκομμένα, καὶ τὸ ἄνθοϲ τῶν ῥόδων καὶ κρόκοϲ καὶ ὀλίγον ϲμύρνηϲ καὶ ἡ κηκὶϲ καὶ ὁ λιβανωτὸϲ καὶ ὁ φλοιὸϲ τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαϲτον, μέλιτι δευόμενα, ἐπὶ τούτοιϲ μελίκρατόν τε καὶ ῥόαϲ γλυκείαϲ ὁ χυλόϲ. τὸ δὲ θριξὶν περιειλεῖν τὸν δάκτυλον καὶ ἀποβάπτειν εἰϲ ἔλαιον ἢ μέλι καὶ ἀποϲμήχειν τα ἑλκη, καθάπερ αἱ τροφοὶ πράττουϲιν, καὶ μάλιϲτα τούτων αἱ Ϲύραι, παραιτητέον, ἀποϲπωμένων γὰρ τῶν ἐϲχαρῶν ἐνυβριζόμενα τὰ ἕλκη παροξύνονται.