Ancient Greek · ~8 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XXV [XLV]. Περὶ ἐξανθημάτων καὶ ὀδαξηϲμῶν.
Not analysed yet
52 [121]. Πρὸϲ δὲ τοὺϲ ὀδαξηϲμοὺϲ τοῦ ϲώματοϲ πυρία χρηϲι- μεύει καὶ ἄφθονον ἄλειμμα τὸ δι᾿ ἐλαίου ἀπέφθου, ϲυντακέντοϲ ὀλίγου κηροῦ χάριν τοῦ παχύτερον γενόμενον τὸ ἔλαιον τοῖϲ ϲώμαϲιν ἐπι- μένειν ἕωϲ πλείονοϲ. πρὸϲ δὲ τὰ ἐξανθήματα καὶ τὰϲ φλυκταίναϲ καὶ τὰ κάθυγρα τῶν κατὰ τῆϲ ἐπιφανείαϲ ἀποτελουμένων ἑλκῶν τὴν ἅλμην καὶ τὸ οὖρον διὰ τὴν δριμύτητα παραπέμπομεν **ἀϲμένωϲ δὲ δέχεϲθαι. ὅταν οὖν ἀπανθήϲη καλῶϲ, τηνικαῦτα ἤδη θεραπεύειν. θερμῷ 〈δὲ〉 λούομεν ἀφεψήματι ῥόδων ἢ φακοῦ, κἂν πλείονοϲ ϲτύψεωϲ χρή- ζωμεν, μυρϲίνηϲ ἢ ϲχίνου ἢ βάτου ἡ ϲιδίων. τὰ δὲ μᾶλλον ἡλκωμένα καταπλάϲϲομεν ἀρνογλώϲϲῳ μετ᾿ ἄρτου ἢ ϲέριδι ἢ πάλη ἀλφίτων μετὰ ἀνδράχνηϲ ἢ ἀειζῴου ἢ κοτυληδόνοϲ ἢ ῥόδοιϲ ξηροῖϲ ἢ χλωροῖϲ ἑψημένοιϲ μετὰ μελιλώτου ἢ φοίνιξι καταχρίομέν τε τοῖϲ διὰ λιθαρ- γύρου καὶ ψιμυθίου καὶ ϲτυπτηρίαϲ καὶ ὄξουϲ καὶ μυρϲίνου ἢ ῥοδίνου ἢ ϲχινίνου. 53 [122]. παυϲαμένου δὲ τοῦ ῥευματιϲμοῦ καὶ τῆϲ πολλῆϲ ἀπο- κρίϲεωϲ τῶν ἰχώρων 〈εἰ〉 τὰ ἕλκη φαίνοιτο φλεγμαίνοντα, δι᾿ ὑδρε- λαίου θερμοῦ λούομεν 〈ἢ〉 ἀφεψήματοϲ λινοϲπέρμου ἢ τήλεωϲ ἢ τῶν ῥιζῶν τῆϲ ἀγρίαϲ μολόχηϲ, τὰ δὲ ἕλκη περιχρίομεν τῷ λευκῷ τῶν ψῶν ἀνακοπέντι καὶ ὑγρᾷ ϲυμπλακέντι κηρωτῇ. μετὰ δὲ τὴν ὑπέκλυϲιν τῆϲ φλεγμονῆϲ ἐὰν ῥυπαρία τιϲ ὑπομένῃ, διὰ μέλιτοϲ μετρίωϲ ἀφεψη- θέντοϲ, ἷνα τὸ δριμὺ καὶ τὸ δηκτικὸν ἀποβάλῃ, προϲαποκαθαίρομεν αὐτήν, ἢ φακῷ μετὰ μέλιτοϲ (ὁρμόζει δὲ τὸν φακὸν περιεπτιϲμένον ἕψειν, ἵνα ϲτυπτικὸν τὸ πίτυρον ὑπάρχον ἀποβάλῃ]. καθαρῶν δὲ γενο- μένων τῶν ἑλκῶν διὰ λιθαργύρου λείου ἢ ψιμυθίου ἢ τῇ διὰ χυλῶν ἀνειμένῃ ποϲῶϲ ἀναπληροῦμεν τὰ ἐπίκοιλα. μετὰ δὲ τὴν ἐξίϲωϲιν ἀπου- λώϲεωϲ χάριν τὴν διὰ λαδάνου παραλαμβάνομεν ἢ τὴν δι᾿ ψῶν ἢ τὴν διὰ κριθῶν ἢ τὴν διὰ καδμίαϲ ῥοδίνῳ προϲενηλειμμένην. καὶ ῥύπτειν δεῖ που τοῖϲ νίτροιϲ μαλακώτερον, οὐ γὰρ οἴϲει τὰ ἰϲχυρότερα. κάλλιϲτον δὲ καὶ τὴν τιτθὴν διαιτᾶϲθαι 〈τῷ〉 γλυκυτέρῳ τρόπῳ, κάλ- λιϲτον δὲ καὶ τὸ παιδίον αὐτὸ διαιτῆϲαι μήτε ἐμπιπλῶνταϲ μήτ᾿ αὖ ϲφόδρα ἐνδεῶϲ. ἐὰν δὲ ἐφίϲτηται ἡ κοιλία τοῦ παιδίου, τότε μέλιτοϲ ἐγχέονταϲ ἔψειν ὡϲ βαλάνιον, ἐὰν δὲ μηδὲ οὕτωϲ ὑπακούῃ, τῆϲ τερε- βινθίνηϲ παρεμβάλλειν ὅϲον ἐρέβινθον· παρυγραινομένηϲ δὲ τῆϲ κοιλίαϲ κέγχρον μάλιϲτα προϲφέρειν.