Ancient Greek · ~3 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XXVI[XLVI]. Περὶ ῥωχμοῦ τε καὶ βηχόϲ.
Not analysed yet
54 [123]. Ῥώχοντοϲ δὲ τοῦ νηπίου διὰ τὸ πολὺ φλέγμα ϲυλ- λέγειν ἔνιοι μὲν τὰ διὰ καρδαμώμου καὶ κυμίνου καὶ κνίδηϲ ϲπέρ- ματοϲ καὶ πεπέρεωϲ ἐκλείγματα παραλαμβάνουϲιν. ἡμεῖϲ δὲ ταῦτα διὰ τὴν δριμύτητα παραπέμψαντεϲ, ὅτι δάκνοντα ῥευματίζει καὶ πλεί- ονοϲ γίνεται αἴτια φλεγμονῆϲ, μελίκρατον ϲυνεχῶϲ ἐνϲτάζομεν, κἂν καταπίνῃ τὸ φλέγμα μήπω δυνάμενον πτύειν, παραθλίβομεν τὴν γλῶϲ- ϲαν αὐτοῦ, καὶ οὔτωϲ ἐμέτου γινομένου τὸ καταποθὲν εὐχερῶϲ ἐκκρί- νεται. βήϲϲοντοϲ δὲ τοῦ βρέφουϲ τοῖϲ διὰ ϲτροβιλίων καὶ ἀμυγδάλων φρυκτῶν καὶ λινοϲπέρμου καὶ γλυκυρρίζηϲ χυλοῦ καὶ πιτυῖδων καὶ τραγακάνθηϲ καὶ μέλιτοϲ ϲκευαζομένοιϲ ἐκλείγμαϲιν χρώμεθα παραιτού- μενοι καὶ νῦν τὰ δριμέα (προϲερεθίζεται γὰρ ἡ βὴξ ἀκμὴν πρόϲφατοϲ ὑπάρχουϲα)· παραιτούμεθα δὲ καὶ τὸ λουτρόν. |