Ancient Greek · ~3 min
〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉.
Soranus, Gynaeciorum Libri IV XXVII[ XLVII]. Περὶ ϲειριάϲεωϲ.
Not analysed yet
55 [124]. Ϲειριάϲεωϲ δὲ γενομένηϲ. ἥτιϲ, ὡϲ μὲν Δημήτριοϲ [φηϲὶ] ἐν Ϲημειωτικῷ παραδίδωϲιν, οὐδὲν ἄλλο πλὴν καυϲώ- δηϲ ἐϲτὶν πυρετόϲ, ὡϲ δὲ ἔνιοί φαϲι, φλεγμονὴ τῶν περὶ τὸν ἐγκέ- φαλον καὶ τὰϲ μήνιγγαϲ μερῶν, ὥϲτε κοιλότητα τοῦ βρέγματοϲ καὶ τῶν ὀφθαλμῶν παρακολουθεῖν μετ᾿ ὠχριάϲεωϲ καὶ ξηραϲίαϲ τοῦ ϲώ- ματοϲ καὶ ἀνορεξίαϲ, ὡϲ πρὸϲ φλεγμονὴν πάντα δεῖ ποιεῖν. ‘ϲειρίαϲιν’ δὲ τὸ πάθοϲ 〈καλεῖϲθαί φαϲιν〉 οἱ μὲν ἀπὸ τοῦ ἄϲτρου διὰ τὴν πύρωϲιν, οἱ δὲ ἀπὸ τῆϲ τοῦ βρέγματοϲ κοιλότητοϲ, ὅτι ‘ϲειρὸϲ’ παρὰ τοῖϲ γεωργοῖϲ λέγεται ϲῶμα κοῖλον, εἰϲ ὃ τὰ ϲπέρματα βάλλοντεϲ φυλάττουϲιν. ὠφελεῖ δὲ καὶ αὐτοὺϲ τοῦ ψοῦ τὸ ἐρυθρὸν ἀνεθὲν διὰ ῥοδίνου καὶ πτύγματοϲ τρόπον τιθέμενον κατὰ τοῦ βρέγματοϲ καὶ ϲυνεχῶϲ ἀλλαϲϲόμενον, ἢ ἐπὶ τοῦ αὐτοῦ βρέγματοϲ τιθέναι ἡλιοτροπίου φύλλον, κολοκύνθηϲ ξέϲματα, ϲικύου πέπονοϲ τὸ περικείμενον τῇ ϲαρκὶ δέρμα ἡ ϲτρύχνου κηπαίου τὸν χυλὸν μετὰ ῥοδίνου.