Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_SOSIBIUS_LACO
SOSIBIUS LACO, Fragmenta 10
Not analysed yet
Παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιὸς, ὥς φησι Σωσίβιος, οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκύσης. Ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν, ἢ ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν· Ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ, τρυβλίον τούτῳ δότε πτισάνης ἔωθεν, καταφρονοῦμεν εὐθέως· ἂν δὲ πτισάναν καὶ τρυβλίον, θαυμάζομεν. Καὶ δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν· ὡς οὐ τὸ σεῦτλον ταυτὸν ὂν τῷ τευτλίῳ. Ἐκαλοῦντο δ ̓ οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δικηλισταὶ, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. Τοῦ δὲ εἴδους τῶν δικηλιστῶν πολλαὶ κατὰ τόπους εἰσὶ προσηγορίαι. Σικυώνιοι μέν τὰρ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι δ ̓ αὐτοκαβδάλους· οἱ δὲ φλύακας, ὡς Ἰταλοί· σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοι δὲ, τὰ πολλὰ ἰδίως ὀνομάξειν εἰωθότες, ἐθελοντάς.