Ancient Greek · ~7 min
11 to 20
SOSIBIUS LACO, Fragmenta 11-20
Not analysed yet
Ἄκουε τοῦ τὰ τέσσσαρα ὦτα ἔχοντος: . . . Ἄλλοι δὲ τὴν παροιμίαν παραγγέλλειν τῶν ἀληθευόντων ἀκούειν· οὐδεὶς γὰρ ἀψευδέστερος τοῦ Ἀπόλλωνος, ὂν τετράχειρα καὶ τετράωτον ἱδρύσαντο Λακεδαιμόνιοι, ὥς φησι Σωσίβιος, ὅτι τοιοῦτος ὤφθη τοῖς περὶ Ἀμύκλαν μαχομένοις. Οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· ἀλλὰ καὶ τὸ τοῦ Γέλωτος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ, τὴν παιδιάν ὥσπερ ἥδυσμα τοῦ τόνου καὶ τῆς διαίτης ἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τὸς τοιαύτας διατριβάς. Σωσίβιος δ ̓ ὁ Λάκων ἀποδεικνὺς εὕρημα Λιονύσου τὴν συκῆν, διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους συκίτην Διόνυσον τιμᾶν. Ἔστι καὶ Ποδάγρας Ἀρτέμιδος ἐν τῇ Λακωνικῇ ἱερὸν, ὥς φησι Σωσίβιος. Σωσίβιος δὲ καὶ τὸν Ἡρακλέα πρὸς τῶν Ἱπποκοωντίδων κατὰ τῆς χειρὸς οὐτασθῆναι λέγει. Ὅτι καὶ ἡ Ἑλένη τοῖς χειμαζομένοις κατὰ θάλατταν, ἐπήκοός ἐστι, κατὰ Εὐπιπίδην σεσημείωται· ὁ μέντοι Σωσίβιος ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲ κ. τ. λ. Καὶ τὸ σῶμα αὐτοῦ φυλάσσουσι Λακεδαιμόνιοι παρ ̓ ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων. Ἠλακάτια, ἀγὼν ἐν Λακεδαιμονίᾳ, ἐπὶ Ἠλακάτῳ, ὃς ἦν ἐρώμενος Ἡρακλέους, ὥς φησι Σωσίβιος. Σωσίβιος δ ̓ ἐν τρίτῳ Περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. Κριβάνας· πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ ̓ Ἀλκμᾶνι. Ὁμοίως καὶ Σωσίβιος ἐν τρίτῳ Περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτοὺς, χρῆσθαι δ ̓ αὐτοῖς Λάκιονας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις· περιφέρειν τε αὐτοὺς, ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι. Πόλτου δὲ μνημονεύει Ἀλκμὰν οὕτως· Ἤδη παρέξει τι πυάνιόν τε πόλτον χίδρον τε λευκὸν κηρίναν τ ̓ ὀπώραν. Ἔστι δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροὶ. Κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι.