Ancient Greek · ~2 min
2 to 4
SOSIBIUS LACO, Fragmenta 2-4
Not analysed yet
Σωσίβιος δὲ ὁ Λάκων ἐν Χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆς Χαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει. Βασιλεύει μὲν οὖν Χάριλλος ἔτη ἑξήκοντα τέσσαρα (l. τρία), μεθ ̓ ὃν υἱὸς Νίκανδρος ἔτη τριάκοντα ἐννέα· τούτου κατὰ τὸ τριακοστὸν τέταρτον ἔτος τεθῆναί φησι πρὸ τῆς τῶν Ὀλυμπίων θέσεως Ὅμηρον. Ἐγένετο δὲ ἡ θέσις τῶν Καρνείων κατὰ τὴν ἕκτην καὶ εἰκοστὴν ὀλυμπιάδα, ὡς Σωσίβιός φησιν ἐν τῷ Περὶ χρόνων. Καὶ γάρ καὶ Λακεδαίμονι θυσιῶν, γράφων οὕτως· «Ἐν ταύτῃ συμβαίνει, τοὺς μὲν ἀπὸ τῆς χώρας καλάμοις στεφανοῦσθαι ἢ στλεγγίδι, τοὺς δ ̓ ἐκ τῆς ἀγωγῆς παῖδας ἀστεφανώτους ἀλοολουθεῖν.