Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_SOSIBIUS_LACO
SOSIBIUS LACO, Fragmenta 5
Not analysed yet
Θυρεατικοί. Οὕτω καλοῦνται στέφανοί τινες παρὰ Λακεδαιμονίους, ὥς φησι Σωσίβιος ἐν τοῖς Περὶ θυσιῶν, ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. Φέρειν δ ̓ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσι. Χοροὶ δ ̓ εἰσὶ τὸ μὲν εὐπροσώπων (πρόσω libri) παίδων, τὸ δ ̓ ἐξ ἀρίστων (ἀρίστου libri) ἀμδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλήτου καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας.