Ancient Greek · ~2 min
23 to 24
SOSIBIUS LACO, Fragmenta 23-24
Not analysed yet
Πολέμων δ ̓ ἐν τοῖς πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ μύρον τι πλαγγόνιον καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλάγγονος. Ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησι, ὡς καὶ τὸ Μεγάλλιον· ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου. Θεόφραστος δ ̓ ἐν τᾠ τρὸς Κάσσανδρον Περὶ βασιλείας (εἰ γνήσιον τὸ σύγγραμμα· πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου, εἰς ὂν Καλλίμαχος ὁ ποιγτὴς ἐπινίκιον ἐλεγειακὸν ἐποίησε), τοὺς Περσῶν γησι βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς ἐφευρίσκουσί τινα καινὴν ἡδονὴν ἀργυρίου πλῆθος.