Ancient Greek · ~8 min
Dfhg-Source dfhg2_SOSIBIUS_LACO
SOSIBIUS LACO, Fragmenta 22
Not analysed yet
Σωσίβιος δὲ ὁ λυτικὸς, προθεὶς τὰ ἔπη (Ἰλ. λ ́, 631)· Ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν, Νέστωρ δ ̓ ὁ γέρων ἀμογητὶ ἄειρεν, γράφει κατὰ λέξιν·» Νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷ ποιητῇ, ὅτι τοὺς μὲν λοιποὺς ἔστι (ἔφη̣) μογέοντας ἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. Ἄλογον δ ̓ ἐδόκει, Διομήδους καὶ Αἴαντος, ἔτι δ ̓ Ἀχιλλέως παρόντων, εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳ προβεβηκότα. Τούτων τοίνυν οὕτως κατηγορουμένων, τῇ ἀναστροφῇ χρησάμενοι, ἀπολύομεν τὸν ποιητήν. Ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρου· Πλεῖον ἐὸν, Νέστωρ δ ̓ ὁ γέρων ἀμογητὶ ἄερεν, ἀπὸ τοῦ μέσου ἐξελόντες τὸ γέρων, τάξομεν τοῦ πρώτου στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ Ἄλλος μέν, εἶτα τὸ ἐξ ἀρχῆς συνεροῦμεν· ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν, ὁ δὲ Νέστωρ ἀπονητὶ ἄειρεν. Νῦν οὖν, οὕτω τεταγμένων, ὁ Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ ἀείρων.» Ταῦτα καὶ ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος βασιλεύς. Λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικὴν, μεταπεμψάμενος τοὺς ταμίας, ἐκέλευσεν, ἐὰν παραγένηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ, ὅτι ἀπείληφε. Καὶ μετ ̓ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι, εἰπόντες δεδωκέναι αὐτῷ, τὰς ἡσυχίας εἶχον, ὁ δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. Πτολεμαῖος δὲ μεταπεμψάμενος αὐτοὺς, καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων, λαβὼν ταύτας εἰς χεῖρας ὁ βασιλεὺς, καὶ κατιδὼν, ἔφη καὶ αὐτὸς εἰληφέναι αὐτὸν οὕτως. Ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος, Σωσιγένους, Βίωνος, Ἀπόλλωνος, Δίωνος· εἰς ἃ ἀποβλέψας ὁ βασιλεύς εἶπεν, «ὦ θαυμάσιε λυτικὲ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω, καὶ τοῦ Σωσιγένους τὸ σι, και τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν βι, καὶ τὴν τελευταίαν τοῦ Ἀπόλλωνος, εὑρήσεις σαυτὸν ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοίας. Καὶ ταῦτα οὐχ ὑφ ̓ ἄλλων, ἀλλὰ τοῖς σαυτοῦ πτεροῖς, κατὰ τὸν θαυμάσιον Αἰσχύλον, ἁλίσῃ, ἀπροσδιονύσους λύσεις πραγματευόμενος.»