Ancient Greek
853.1
Sositheus, Fragmenta 853.1
Unproofread scanNot analysed yet
εἷς μυρίους ὄρνιθας αἰετὸς σοβεῖ λαῶν τε δειλῶν πλῆθος εὖ τραφεὶς ἀνήρ. ΔΑΦΝΙΣ Η ΑΙΤΤΕΡΣΗΣ τούτῳ Κελαιναὶ πατρίς, ἀρχαία πόλις Μίδου γέροντος, ὅστις ὡσ’ ἔχων ὄνου ἤνασσε καὶ νοῦν φατὸς εὐήθους ὤγαν. οὗτος δ’ ἐκείνου παῖς πατρὶ πλαστὸς νόθος, μητρὸς δ’ ὁποίας ἡ τεκοῦσ’ ἐπίσταται, ἔσθει μὲν ἄρτων τρεῖς ὄνους κανθηλίους τοῖς τῆς βραχείας ἡμέρας, πίνει δ’ ἅμα καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον. ἐργάζεται δ’ ἐλαφρὰ πρὸς τὰ σιτία. ὄγμον θερίζει, τῇ μιᾷ δ’ ἐν ἡμέρᾳ δαίνυσί τ’ ἔμπης συντίθησιν εἰς τέλος. χῶταν τις ἔλθῃ ξεῖνος ἢ παρεξίῃ, φαγεῖν τ’ ἔδακεν εὖ κἀπεχόρτασεν καὶ τοῦ ποτοῦ προύτεινεν ὡς ἂν ἐν θέρει πλέον· φθονεῖν γὰρ τοῖς θανουμένοις ὀκνεῖ. ἐπιστατῶν οἶδα Μαιάνδρου ῥοαῖς καρπευμάτων ἀρδευτὰ δαψιλεῖ πότῳ τὸν ἀνδρομήκη πυρὸν ἠκονημένῃ ἅρπῃ θερίζει· τὸν ξένον δὲ δράγματι αὐτῷ κυλίσας κρατὸς ὀρφανὸν φέρει γελῶν θεριστὴν ὡς ἄνουν ἠρίστισεν.