Ancient Greek
854.2
Sositheus, Fragmenta 854.2
Unproofread scanNot analysed yet
Anonymus in Mythogr. Westerm. p. 346, 16: Αἰτνέρσης Μίδου υἱὸς νόθος, ὃν ὁ Ἡρακλῆς ἀνεῖλεν ὄντα κακόξενον· ἠνάγκαζε γὰρ τοὺς ξένους συνθερίζειν αὐτῷ, εἶτα εὐωχῶν ἀπεκεφάλιζε, τὰ δὲ σώματα ἐκόμιζεν ἐν τοῖς δράγμασιν ὡς παραλελογισμένων. ἱστορεῖ ταῦτα κατὰ μέρος Σωσίβιος*) ἐν Δάφνιδι λέγων οὕτως ‘οὔτε οἱ —ἠρίστισεν‘. Tzetz. Chil. 2, 596: ὁ Αἰτνέρσης (Αἰτιέρσης ed.) δὲ υἱὸς νόθος ὑπάρχων υ Μίδου οἴνου μὲν πίθον ἐξαντλῶν ὅλον ὑπῆρχεν πίνων, ἄρτους δὲ τρώγων ἤσθιεν ὄνων τριῶν φορτίον, ὡς ἐν τῷ Δάφνιδι φησὶ Σωσίβιος ἰάμβοις ‘οὗτος δ’ —φορτία‘ (v. 4—9). Ath. X p. 415 B: Αἰτνέρσας δὲ ἦν μὲν υἱὸς Μίδου νόθος, Κελαινῶν δὲ τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος δ’ ἰσχυρῶς. λέγει δὲ περὶ αὐτοῦ Σωσίδεος ὁ τραγῳδιοποιὸς ἐν δράματι Δάφνιδι ἢ