Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_SOSTHENES_CNIDIUS
SOSTHENES CNIDIUS, Fragmenta 1
Not analysed yet
Παράκειται δ ̓ αὐτῷ (τῷ Νείλῳ) ὄρος, Ἄργιλλον καλούμενον ἀπ ̓ αἰτίας τοιαύτης. Ζεὺς δι ̓ ἐρωτικὴν ἐπιθυμίαν ἐκ Λύκτου, πόλεως Κρητικῆς, Ἄργην νύμφην ἁρπάσας, ἀπήνεγκεν εἰς ὄρος τῆς Αἰγύπτου, Ἄργιλλον καλούμενον· καὶ ἐγέννησεν ἐξ αὐτῆς υἱὸν, καλούμενον Διόνυσον· ὃς ἀκμάσας εἰς τιμὴν τῆς μητρὸς τὸν λόφον Ἄργιλλον μετωνόμασε· στρατολογήσας δὲ Πᾶνας καὶ Σατύρους, ἰδίοις σκήπτροις Ἰνδοὺς ὑπέταξε· νικήσας δὲ καὶ Ἰβηρίαν, Πᾶνα κατέλιπεν ἐπιμελητὴν τῶν τόπων· ὃς τὴν χώραν ἀπ ̓ αὐτοῦ Πανίαν μετωνόμασεν· ἣν οἱ μεταγενέστεροι παραγώγως Σπανίαν προσηγόρευσαν· καθὼς ἱστορεῖ Σωσθένης ἐν ιγʹ Ἰβηρικῶν.