Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_SOSTHENES_CNIDIUS
SOSTHENES CNIDIUS, Fragmenta 2
Not analysed yet
Γεννᾶται δ ̓ ἐν αὐτῷ (ἐν Εὐρώτᾳ) βοτάνη, καλουμένη Χαρίσιον, ἣν γυναῖκες, ἔαρος ἀρχομένου, τοῖς τραχήλοις περιάπτουσι, καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἀγαπῶνται· καθὼς ἱστορεῖ Κλεάνθης ἐν αʹ Περὶ ὀρῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Σωσθένης ὁ Κνίδιος, παρ ̓ οὗ τὴν ὑπόθεσιν εἴληφεν Ἑρμογένης.