Ancient Greek
Fragment 188
Speusippus Phil., Fragmenta 188
Not analysed yet
188. Σπεύσιππος Φιλίππῳ. Περδίκκας μὲν ἐνδεδεῖχθαί μοι δοκεῖ περὶ πολλοῦ ποιούμενος κατὰ τὸν Ἡσίοδον τὰ ἡμίσεα πάντων κεκτῆσθαι, νομίζων τά τε χρήματα καὶ διὰ τύχην ἄν τινα πολλὰ κτήσασθαι οὐ τῶν βελτίστων εἶναι. Σοὶ δὲ ἔστιν ἀδελφὰ ᵈ τοῖς παρ’ ἐκείνου ὑπηργμένοις πράττειν, ὅπως ἂν δοκῆς καὶ τὸ ἦθος ἀδελφὸς εἶναι τοῦ περὶ σὲ διανοηθέντος τοιαῦτα ᵉ. Νόμιζε δὲ πάντας προσέχειν σοι τὸν νοῦν, καὶ σκοπεῖν ᶠ ποῖός τε ἔσῃ πρὸς τὸν ἀδελφόν, καὶ τοὺς μὲν βελτίστους ἀγωνιᾷν, βουλομένους καὶ ἐξισοῦσθαί σε τῇ τοῦ ἀδελφοῦ ἐπιεικείᾳ, καὶ ὑπερβάλλειν, τοὺς δὲ φαύλους φθονοῦντας ἡδέως ἄν τι ἰδεῖν περὶ ὑμᾶς γενόμενον πλημμελές. Οὓς δεῖ νομίσαντα πολεμίους εἶναι μετὰ τῶν βελτίστων ἀγωνίζεσθαι ὡς αὐτὸν ὄντα ᵍ ἕνα τούτων. Δοκεῖ γάρ μοι οὐ μόνον ἁμιλλητέον εἶναι πρὸς τὰ τοῦ ἀδελφοῦ ἔργα, ἃ ἐκείνῳ ὑπὲρ τοῦ κοινοῦ πέπρακται, ἀλλὰ καὶ πρὸς τὰς σὰς ʰ εὐεργεσίας, ὅπως μὴ καταδεέστεραι αἱ παρὰ σοῦ πρὸς ἐκεῖνον γίγνωνται . Περὶ πλείστου δὲ δεῖ σε ποιῆσαι σώφρονά τε εἶναι, καὶ κατήκοον τοῦ ἀδελφοῦ, ὄντος περὶ σὲ οἷός περ νῦν ἐστιν. Ἔῤῥωσο.