Ancient Greek
Fragment 189
Speusippus Phil., Fragmenta 189
Not analysed yet
189. Σπεύσιππος Ξενοκράτει. Ἐνόμιζον ἐπιτήδειον εἶναί μοι μηδὲν τῶν καλῶς ἐχόντων παραλιπεῖν, καὶ διὰ τὴν Πλάτωνος ἐντολήν, καὶ διὰ τὴν ὑπάρχουσαν ἐμοὶ καὶ σοὶ φιλίαν. Καὶ δὴ ᾤμην ᵃ δεῖν γράψαι πρὸς σέ, ὡς διακείμενος τυγχάνω τὸ σωμάτιον, καὶ διότι νομίζω παραγενόμενόν σε εἰς Ἀκαδημίαν ᵇ συνέχειν τὸν περίπατον ᶜ. Ταῦτα δὲ ὡς δίκαιά ἐστι καὶ καλῶς ἔχοντα, πειράσομαί σοι φράζειν. Πλάτων, καθάπερ καὶ σὺ οἶσθα, καὶ ἐν οὐ τῇ τυχούσῃ τιμῇ ᵈ τὴν ἐν Ἀκαδημίᾳ διατριβὴν ἦγεν, νομίζων εἶναί τι καὶ πρὸς δόξαν ὀρθήν, καὶ πρὸς τὸν αὐτοῦ βίον καὶ τὴν ὕστερον παρ’ ἀνθρώποις μνείαν ἐσομένην. Καὶ τούτων οὕτως ἐχόντων, διότι σε περὶ πλείονος ποιούμενος ἐτύγχανε, τελευτῶν τὸν βίον ἐμαρτύρησεν. Ἐπέσκηψε γὰρ πᾶσιν ἡμῖν τοῖς οἰκείοις, ἄν τι πάθῃς, πρὸς ἑαυτὸν θεῖναί σε, νομίσας οὐκ ἀπαλλαγήσεσθαί σε τὸ παράπαν ἐξ Ἀκαδημίας. Διὸ δὴ καὶ μάλιστά μοι φαίνεταί σοι προσῆκόν εἶναι καὶ ζῶντα καὶ τεθνηκότα Πλάτωνα τιμᾷν. Θεῶν γὰρ δὴ καὶ γονέων καὶ ἐπιστολῶν ποιητέον ἐπιμέλειαν τὸν χαρίεντα. Οἰκειοτάτη δὲ τοῖς εἰρημένοις εὑρίσκοιτ’ ἂν οὖσα ἡ Πλάτωνος συνουσία πρὸς τοὺς συνόντας. Τῶν μὲν γὰρ ὡς γεννήσας, τῶν δὲ ὡς εὐεργέτης ἐπεμελεῖτο, κοινῇ δὲ πρὸς ἅπαντας θεοῦ τάξιν εἶχεν. Συμβουλεύω δὲ καλὸν ἡγούμενος καὶ δίκαιον εἶναι χάριν ἀποδιδόναι σε Πλάτωνι πασῶν μεγίστην, κᾀκείνῳ μάλιστα ἁρμόζουσαν· ἀποδοίης δ’ ἄν ᵉ, εἰ παραγενόμενος εἰς Ἀκαδημίαν τὸν περίπατον τοῖς σοῖς λόγοις συνέχοις ᶠ. Σοφία γὰρ ἀληθὴς λέγοιτ’ ἂν ἔνδικος βεβαιότης καὶ πιστότης ᵍ. Προσήκει δὲ ἡμᾶς ἐν τούτοις πολὺ τῶν πολλῶν ἀνθρώπων ʰ διαφέρειν. Σὺ δὲ καὶ δοκεῖς πλέον τοῦ προσήκοντος ἐπιμελὴς εἶναι.