Ancient Greek
Fragment 227
Speusippus Phil., Fragmenta 227
Not analysed yet
227. Ἐλέγοντο δὲ αὐτοῦ καὶ αἱ Πλάτωνος ἀκούειν μαθήτριαι, Λασθενία τε ἡ Μαντινικὴ καὶ Ἀξιοθέα ἡ Φλιασία, ὅτε καὶ Διονύσιος πρὸς αὐτὸν γράφων τωθαστικῶς φησί· καὶ ἐκ τῆς Ἀρκαδικῆς σου μαθητρίας ἐστὶ τὴν φιλοσοφίαν καταμαθεῖν· καὶ Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρ’ αὐτὸν φοιτῶντας ἐποίει, σὺ δὲ δασμολογεῖς, καὶ παρ’ ἑκόντων καὶ ἀκόντων λαμβάνεις.