Ancient Greek
Fragment 228
Speusippus Phil., Fragmenta 228
Not analysed yet
228. Βούλομαί σε μετὰ παιδιᾶς παῤῥησιάσασθαι, ἐπειδὴ σὺ καὶ πρὸς ἐμὲ προεισβέβληκαςᵃ τῷ τρόπῳ τούτῳ. Λέγω δή σοι εὖ πράττειν, εἰ ἄρα τοῦτό ἐστι τοῦ χαίρειν ἄμεινον, ὡς οὐκ ἔστιν,ᵇ ἀλλὰ τοῦ μὲν ἥδεσθαι, ᾧ Λασθενία καὶ Σπεύσιππος χρῆται, αἴτιος τοῦ ἐς Σικελίαν στόλου ὁμολογῶν εἶναι, καὶ πλείονας τοῦ Γηρυόνου χεῖρας καὶ πόδας ἕξων, μᾶλλον δὲ τοῦ Βριάρεω.