Ancient Greek
194.20
Sphaerus, Fragmenta 194.20
Unproofread scanNot analysed yet
622 Plutarchus vita Cleomenis 2. λέγεται δὲ καὶ λόγων φιλοσόφων τὸν Κλεομένη μετασχεῖν ἐπὶ μειράκιον ὄντα, Σφαῖρον τοῦ Βογυσθέντου παραβαλόντος εἰς τὴν Λακεδαίμονα καὶ περὶ τοὺς νέους καὶ τοὺς ἐφήβους οὐκ ἀμελῶς διατρίβοντος. Ὁ δὲ Σφαῖρος ἐν τοῖς πρώτοις ἐγερύνει τῶν Ζήνωνος τοῦ Κιτιέως μαθητῶν, καὶ τοῦ Κλεομένου ἔοικε τῆς φύσεως τὸ ἀνδρώδες ἀγαπῆσαι τε καὶ προσεκκαῦσαι τὴν φιλοτιμίαν. —ὁ δὲ Στωϊκὸς λόγος ἔχει τι πρὸς τὰς μεγάλας φύσεις καὶ ὀξείας ἐπισφαλὲς καὶ παράβολον, βαθεῖ δὲ καὶ πρᾶφ κεραυνούμενος ἥδει μάλιστα εἰς τὸ οἰκεῖον ἀγαθὸν ἐπιδίδωσιν.