Ancient Greek
194.21
Sphaerus, Fragmenta 194.21
Unproofread scanNot analysed yet
623 Plutarchus vita Cleomenis 11. (ὁ Κλεομένης) ἐπὶ τὴν παιδείαν τῶν νέων ἐτράπη καὶ τὴν λεγομένην ἀγωγὴν, ἧς τὰ πλεῖστα παρῶν ὁ Σφαῖρος αὐτῷ συγκαθίστη, ταχὺ τὸν προσήκοντα τῶν τε γυμνασίων καὶ τῶν συσσιτίων κόσμον ἀναλαμβανόντων καὶ συστελλομένων ὀλίγων μὲν ὑπ’ ἀνάγκης, ἐκουσίως δὲ τῶν πλείστων εἰς τὴν εὐτελῆ καὶ Λακωνικὴν ἐκείνην δίαιταν.