Ancient Greek
195.2
Sphaerus, Fragmenta 195.2
Unproofread scanNot analysed yet
625 Diogenes Laërt. VII 177. εἰς Ἀλεξάνδρειαν ἀπῆλθε (ὁ Σφαῖρος) πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. λόγου δὲ ποτὲ γενομένου περὶ τοῦ δοξάσειν τὸν σοφὸν καὶ τοῦ Σφαίρου εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγχει αὐτὸν κηρίνας ὄφας ἐκέλευσε παρατεθῆναι· τοῦ δὲ Σφαίρου ἀπαρηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ, πρὸς ὃν ὁ Σφαῖρος εὐτόχως ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ὄφαι εἰσίν, ἀλλ' ὅτι εὐλογὸν ἐστὶ ὄφας αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου.