Ancient Greek
194.22
Sphaerus, Fragmenta 194.22
Unproofread scanNot analysed yet
624 Athenaeus VIII 354e. οὐκ ἀχαρίτως δὲ καὶ Σφαῖρον, τὸν συσχολάσαντα μὲν Χρυσίππῳ παρὰ Κλεάνθει, μετάπεμπτον δὲ γενόμενον εἰς Ἀλεξάνδρειαν ὑπὸ τοῦ βασιλέως Πτολεμαίου, κηρῖνων ποτὲ ἐν τῷ δείπνῳ παρατεθεισῶν ὀρνίθων, ἐκτείναντα τὰς χεῖρας ἐπισχεθήναι ὑπὸ τοῦ βασιλέως, ὡς ψευδὲς συγκατατιθέμενον. τὸν δ' εὐτόχως ἀποκρίνασθαι εἰπόντα οὐ τούτῳ συγκατιθέσθαι ὅτι εἰσὶν ὄρνεες, ἀλλ' ὅτι εὐλογὸν ἐστὶ ταύτας ὄρνεας εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου· τὴν μὲν γὰρ ἀδιάφενστον εἶναι, τὸ δ' εὐλογον ἄλλως ἀποβαίνειν.