Ancient Greek
Dfhg-Source dfhg2_STESIMBROTUS_THASIUS
STESIMBROTUS THASIUS, Fragmenta 1
Not analysed yet
Στησίμβροτος Ἀναξαγόρου τε διακοῦσαι τὸν Θεμιστοκλέα φησὶ καὶ περὶ Μέλισσον σπουδάσαι τὸν φυσικὸν, οὐκ εὖ τῶν χρόνων ἁπτόμενος· Περικλεῖ γὰρ, ὃς πολὺ νεώτερος ἦν Θεμιστοκλέους, Μέλισσος μὲν ἀντεστρατήγει πολιορκοῦντι σαμίους (85, 1), Ἀναξαγόρας δὲ συνδιέτριβε.