Ancient Greek
Dfhg-Source dfhg2_STESIMBROTUS_THASIUS
STESIMBROTUS THASIUS, Fragmenta 2
Not analysed yet
Themistocles ad Admetum regem Molossorum confugit. Ἐκεῖ δ ̓ αὐτῷ τὴν γυναῖκα καὶ τοὺς παῖδας ἐκκλέψας ἐκ τῶν Ἀθηνῶν Ἐπικράτης ὁ Ἀχαρνεὺς ἀπέστειλεν, ὃν ἐπὶ τούτῳ Κίμων ὕστερον κρίνας ἐθανάτωσεν, ὡς ἱστορεῖ Στησίμβροτος. Εἶτ ̓ οὐκ οἶδ ̓ ὅπως ἐπιλαθόμενος τούτων ἢ τὸν Θεμιστοκλέα ποιῶν ἐπιλαθόμενον πλεῦσαί φησιν εἰς Σικελίαν καὶ παρ ̓ Ἱέρωνος αἰτεῖν τοῦ τυράννου τὴν θυγατέρα πρὸς γάμον, ὑπισχνούμενον αὐτῷ τοὺς Ἕλληνας ὑπηκόους ποιήσειν, ἀποστρεψαμένου δὲ τοῦ Ἱέρωνος οὕτως τὴν Ἀσίαν ἀπᾶραι. Ταῦτα δ ̓ οὐκ εἰκός ἐστιν οὕτω γενέσθαι.