Ancient Greek
Dfhg-Source dfhg2_STESIMBROTUS_THASIUS
STESIMBROTUS THASIUS, Fragmenta 13
Not analysed yet
Ἰδαῖοι ἐκλήθησαν οἱ Δάκτυλοι ὅτι ἡ κόνις ἣν ἔρριψαν (sc. Jovis nutrices) ἐξ Ἴδης ἦν. Στησίμβροτος δὲ ἐν τῷ Περὶ τελετῶν Διὸς καὶ Ἴδης νύμφης αὐτοὺς λέγει* φησὶν ὅτι Ζεὺς ἐκέλευσε τὰς ἰδίας τροφοὺς λαβεὶν κόνιν καὶ ῥῖψαι εἰς τοὔπισω καὶ ἐκ τῆς κόνεως γενέσθαι τοὺς Ἰδαίους Δακτύλους. Δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος, ἀμφοτέρῃσιν δραξαμένη γαίης Οἰαξίδος, ἐβλάστησεν. Ad haec schol. :Ὅτι δὲ νύμφη τις Οἰαξίδος γῆς δραξαμένη τοὺς καλουμένους Ἰδαίους Δακτύλους ἐποίησε, παρὰ Στησιμβρότου εἴληφε· καὶ ὅτι διὰ τὰ ῥυῆναι αὐτοὺς διὰ τῶν χειρῶν, Δάκτυλοι κληθῆναι. Σοφοκλῆς δὲ (fr. 712) αὐτοὺς Φρύγας καλεῖ ἐν Κωφοῖς Σατύροις.