Ancient Greek
Dfhg-Source dfhg2_STESIMBROTUS_THASIUS
STESIMBROTUS THASIUS, Fragmenta 14
Not analysed yet
Ἔτι δὲ Κρόνου τινὲς τοὺς Κορύβαντας, οἱ δὲ τοῦ Διὸς καὶ Καλλιόπης φασὶ τοὺς αὐτοὺς τοῖς Καβείροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σαμοθρᾴκην, καλουμένην πρότερον μελίτην· τὰς δὲ πράξεις αὐτῶν μυστικὰς εἶναι. Ταῦτα δ ̓ οὐκ ἀποδεξάμενος ὁ Σκήψιος ὁ τοὺς μύθους τούτους συναγαγὼν, ὡς μηδενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Καβείρων λεγομένου, παρατίθησιν ὅμως καὶ Στησιμβρότου τοῦ Θασίου δόξαν, ὡς τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς Καβείροις ἐπετελεῖτο· καλεῖσθαι δέ φησιν αὐτοὺς ἐκεῖνος ἀπὸ τοῦ ὄρους τοῦ ἐν Βερεκυντίᾳ Καβείρου.