Ancient Greek
15 to 18
STESIMBROTUS THASIUS, Fragmenta 15-18
Not analysed yet
Τυφλότερος ἀσπάλακος· τοῦτο τὸ ζῷον οὐκ ἔχει ὀφθαλμούς· φησὶ δ ̓ αὐτὸ Στησίμβροτος ὑπὸ τῆς Γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν τοὺς καρπούς. Οἱ μὲν Διόνυσον αὐτὸν ὀνομάζουσιν, ὅτι σὺν κέρασι γεννώμενος (ὅτι κερατοφόρος ἐξελθὼν Tzetz. Lyc. 209) ἔνυξε τὸν Διὸς μηρὸν, ὡς Στησίμβροτος. Στησίμβροτος δέ φησιν (Boreadas ab Hercule interfectos esse) ὅτι διαφορὰν ἔσχον πρὸς τὸν Ἡρακλέα περὶ πῶν δεδομένων δώρων ὑπὸ Ἰάσονος τοῖς ἀριστεῦσι. Ἀντίμαχος Κολοφώνιον Στησίμβροτος δὲ Σμυρναῖον (τὸν Ὅμηρον γεγονέναι φασί).