Ancient Greek · ~5 min
1 to 8
Strabo, Strabonis Geographiae Chrestomathia 1-14-8
Not analysed yet
Ὅτι τῆς τῶν Ἰώνων ἀποικίας ἦρξεν Ἄνδροκλος, υἱὸς Κόδρου, τοῦ Ἀθηναίων βασιλέως, ὕστερον τῆς Αἰολικῆς, ὃς ʼἜφεσον κτίσας βασίλειον τῆς Ἰωνίας αὐτὴν ἀπέδειξεν. Εἰσὶ δὲ Ἰώνων πόλεις αἵδε· ,Μίλητος, Μυοῦς, Λέβεδος, Κολοφών, Πριήνη, Τέως, Ἐρυθραὶ, Φώκαια, Κλαζομεναὶ, Χίος, Σάμος,μος, ὁμοῦ ιβ΄. Ὕστερον δὲ Σμύρνα προσελήφθη. Ὅτι τὸ ἐν Βραγχίδαις μαντεῖον τοῦ Ἀπόλλωνος ἐν Μιλήτῳ ἐστίν. Ὅτι ἡ νῦν Σάμος, νῆσος Ἰωνικὴ, ἐκαλεῖτο πρότερον Παρθινία, εἶτα Ἀνθεμοῦς, εἶτα Μελάμφυλλος, εἶτα Σάμος. Ὅτι ἡ Σάμος τοσοῦτόν ἐστιν εὔφορος, ὥστε οἱ ἐπαινοῦντες αὐτὴν λέγουσι περὶ αὐτῆς καὶ τὸ παροιμιῶδες· «Φέρει καὶ ὀρνίθων γάλα. »Ὅτι διὰ τὴν Συλοσῶντος πικρίαν, τοῦ Σαμίων τυράννου, ἐλιπάνδρησεν ἡ Σάμος, ὡς καὶ παροιμίαν γενέσθαι διὰ τοῦτο λέγουσαν· «ἕκητι Συλοσῶντος εὐρυχωρίη.» Ὅτι Ἀθηναῖοι διὰ Περικλέους Σάμου κυριεύσαντες κληρούχους ἐν αὐτῇ ἔπεμψαν, ὧν ἔν Νεοκλῆς ὁ Ἐπικούρου πατήρ τοῦ φιλοσόφου, γραμματοδιδάσκαλος ὤν· τραφεὶς δ᾿ ἐν Σάμῳ ἐφήβευσεν Ἀθήνῃσι σὺν Μενάνδρῳ τῷ κωμικῷ. Ὅτι Κρεώφυλος, ὁ Ὁμήρου ξένος, Σάμιος ἦν τὸ δὲ Κρεω διὰ τοῦ ω. Ὅτι τὰ Πύγελα Ἀγαμέμνων ἔκτισεν· ᾠκίσθη δὲ ὑπὸ μέρους τῶν ἐκείνου λαῶν· πυγαλγίας γάρ τινας γενέσθαι αὐτῶν συνέβη, κάμνοντας δὲ τῷ πάθει αὐτοῦ μεῖναι καὶ τὸν τόπον Πύγελα κληθῆναι.