Ancient Greek · ~2 min
78 to 80
Strabo, Strabonis Geographiae Chrestomathia 78-80
Not analysed yet
Ὅτι Σολύμους φασὶν εἶναι τοὺς Καβαλλεῖς· τῆς γοῦν Τελμησσέως ἄκρας ὑπέρκειται λόφος καὶ καλεῖται Σόλυμος, καὶ αὐτοὶ δʼ οἱ Τελμησσεῖς Σόλυμοι καλοῦνται. Πλησίον δʼ ἐστὶ καὶ ὁ Βελλεροφόντου χάραξ καὶ ὁ Πεισάνδρου τάφος τοῦ υἱοῦ, πεσόντος ἐν τῇ πρὸς Σολύμους μάχῃ· «μαρνάμενον Σολύμοισι κατέκτανεν. »Ὅτι ἡ Κιβυρατικὴ ἐν ταῖς μεγίσταις ἐξετάζεται διοικήσεσι τῆς Ἀσίας· τέτρασι δὲ γλώτταις ἐχρῶντο οἱ Κιβυρᾶται, Πισιδικῇ, Σολύμων, Ἑλλήνων, Λυδῶν. Ὅτι ἐν Κιβύρᾳ ἴδιόν ἐστι τὸ τὸν σίδηρον τορεύεσθαι ῥᾳδίως.