Ancient Greek · ~7 min
1 to 7
Strabo, Strabonis Geographiae Chrestomathia 1-16-7
Not analysed yet
Ὅτι Συρία καλεῖται ἀπὸ Βαβυλῶνος μέχρι τοῦ Ἰσσικοῦ κόλπου καὶ ἐκεῖθεν συνεχῶς μέχρι τοῦ Πόντου, τοῦτʼ ἔστιν ἕως τῶν Λευκοσύρων καὶ τῶν περὶ Ἀμισὸν τόπων· ὧν ἐν μέσῳ Καππαδόκαι ἀμφότεροι, οἵτε ἐντὸς καὶ ἐκτὸς Ταύρου ὄρους. Ὁ δὲ Ταῦρος ἕως τοῦ Ἀμάνου διήκει ὄρους. Ὅτι ἡ Νίνος πόλις τῶν Ἀσσυρίων πολὺ μείζων ἦν Βαβυλῶνος, κειμένη ἐν πεδίῳ τῆς Ἀτουρίας. Ἡ δὲ Ἀτουρία πλησίον Ἀρβήλων ἐστὶ, μεταξὺ ἔχουσα τὸν Λύκον ποταμόν. Ὅτι ἡ Βαβυλὼν τῆς Μεσοποταμίας τὸν κύκλον ἔχει τοῦ τείχους σταδίων τπε΄, πάχος δὲ τοῦ τείχους ποδῶν λβ΄, ὕψος δὲ τῶν μὲν μεσοπυργίων πήχεις ν΄, τῶν δὲ πύργων ξ΄. Διόπερ καὶ τῶν ζ΄ θεαμάτων ἐστὶ καὶ ὁ κρεμαστὸς κῆπος. Ὅτι ἀπέχει Βαβυλὼν τῆς Σελευκείας τῆς ἐν Μεσοποταμίᾳ στάδια τ΄. Καὶ ἔστι νῦν ἔρημος μὲν ἡ Βαβυλὼν, ἀνώνυμος δὲ ἡ Σελεύκεια· ὥστε τὸ τοῦ κωμικοῦ ἐστιν ἐπʼ αὐτῇ εἰπεῖν, ὅπερ ἐκεῖνος περὶ τῆς Μεγάλης πόλεως· «ἐρημία μεγάλη ᾿στὶν ἡ μεγάλη πόλις. »Ὅτι περὶ πόλιν Ἄρβηλα τῆς Ἀσσυρίας γέγονεν ἡ μεγάλη μάχη καὶ τελευταία Ἀλεξάνδρῳ πρὸς Δαρεῖον, περὶ Γαυγάμηλα κώμην· πλησίον δὲ καὶ ποταμὸς Λύκος καὶ πόλις Δημητριὰς καὶ ἡ τοῦ νάφθα πηγὴ καὶ τὰ πυρά. Ὅτι ἀπὸ τῆς θαλάσσης ἀναπλέεται ὁ μὲν Τίγρις ἕως Ὤπιδος καὶ Σελευκείας, ὁ δὲ Εὐφράτης ἕως Βαβυλῶνος στάδια γ. Ὅτι ἡ περὶ τὸν Εὐφράτην ποταμὸν χώρα φέρει κριθὰς ὑπὲρ τὰ τριακοσάχοα. Ἐκ δὲ τοῦ φοίνικος αὐτόθι γίνεται οἶνος καὶ ὄξος καὶ μέλι καὶ ἄλφιτα· καὶ τοῖς τῶν φοινίκων πυρῆσι χρῶνται οἱ χαλκεῖς ἀντὶ ἀνθράκων. Βρεχόμενοι δὲ τοῖς σιτιζομένοις προβάτοις καὶ βουσὶ τροφὴ γίνονται. Φασὶ δὲ καὶ Περσικὴν ᾠδὴν εἶναι, ἐν ᾗ τὰς ἀπὸ τῶν φοινίκων ὠφελείας τξ΄ διαριθμουνται.