Ancient Greek · ~1 min
37 to 40
Strabo, Strabonis Geographiae Chrestomathia 37-5-40
Not analysed yet
Ὅτι Πέρσαι εἰς ποταμὸν οὔτε οὐροῦσιν οὔτε νίπτονται οὕτε λούονται οὔτε νεκρὸν ἐμβάλλουσιν οὕτε τι μυσαρόν. Ὅτι ἆθλα πολυτεκνίας Πέρσαι προτιθέασιν. Ὅτι Πέρσαι μεθύοντες βουλεύονται περὶ τῶν μεγίστων καὶ ἡγοῦνται ταῦτα βεβαιότερα τῶν ἐν νήψει. Ὅτι πρῶτος Δαρεῖος ὁ μακρόχειρ φόρους ἔταξε φέρειν· πρὸ γὰρ αὐτοῦ, ἐξ ὧν ἑκάστη χώρα ἔφερεν, ἐτελεῖτο, οἶον σῖτος, ἵπποι.