Ancient Greek · ~2 min
1 to 3
Strabo, Strabonis Geographiae Chrestomathia 1-17-3
Not analysed yet
Ὅτι ὁ μικρὸς καταράκτης ὑπέρ Συήνης καὶ Ἐλεφαντίνης ἐστὶ πόλεων, ἔνθα καὶ τὸ μεθόριον Αἰγυπτίων καὶ Αἰθιόπων. Ὅτι οἱ Αἰθίοπες λυπρῶς ζῶσι διὰ τὴν ὑπερβολὴν τῆς δυσκρασίας τῶν ἀέρων, διὸ καὶ πένητές εἰσιν· οἱ δʼ Αἰγύπτιοι εὐδαίμονές εἰσιν. Ὅτι Αἰγύπτιοι εἰς τρεῖς μοίρας ἑαυτοὺς διεῖλον· καὶ οἱ μὲν αὐτῶν εἰσιν ἱερεῖς, περὶ τὰ θεῖα ἀσχολούμενοι· οἱ δὲ γεωργοὶ, τὰ ἐν εἰρήνῃ ἐργαζόμενοι· οἱ δὲ στρατιῶται, τὰ ἐν πολέμῳ ἀσκοῦντες.