Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΘΙΚΩΝ ΒΙΒΑΟΥ ΙϚ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 56
Not analysed yet
Ὅτι φησὶ Ποσειδώνιος Ἐρεμβοὺς παρʼ Ὁμήρῳ τοὺς Ἄραβας δεῖν ἀκούειν, ὡς τῶν παλαιῶν διὰ τὴν ἀνεπιμιξίαν σολοικιζόντων τὸ ὄνομα, καὶ ἀντὶ Ἀράβων Ἐρεμβῶν καλεῖν· καὶ γὰρ ταῦτα τὰ τρία ἔθνη, Ἀρμενίους, Ἀραβίους, Ἐρεμβοὺς, συνεχῆ ἀλλήλοις ὄντα, σχεδὸν τῆ αὐτῇ ὀνομασίᾳ καλεῖσθαι. Οὕτως οὖν καὶ Ἀρίμους φησὶν ὁ αὐτὸς δεῖν ἀκούειν τοὺς Σύρους· Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ· τάχα δὲ τότε οἱ Ἕλληνες Ἀραμαίους ἢ Ἀρίμους αὐτοὺς ἐκάλουν. Αἱ δὲ μεταπτώσεις τῶν ὀνομάτων πολλαί· καὶ γὰρ τὸν μὲν Δαριήκην Δαρεῖον ἐκάλεσαν, τὴν δὲ Φάρζιριν Παρύσατιν.