Ancient Greek · ~2 min
1 to 3
Strabo, Strabonis Geographiae Chrestomathia 1-4-3
Not analysed yet
Ὅτι οὐκ ἔστι πάντων τῶν Κελτῶν «ὁμὸς θρόος οὐδ᾿ ἴα γῆρμς. Ὅτι αἱ Ἄλπεις, ἀπὸ τῆς Λιγυστικῆς ἀρξάμεναι θαλάσσης, ἐπὶ τὰς τοῦ Ῥήνου διήκουσιν ἐκβολάς. Ὅτι τὸ Κέμμενον ὄρος πρὸς ὀρθὰς γωνίας ἐστὶ τῇ Πυρήνῃ, μῆκος ἔχον περὶ στάδια β, καὶ παύεται περὶ Λούγδουνον πόλιν πρὸς ἀνατολάς. Οἱ δὲ τῆς τε Πυρήνης καὶ τῶν Κεμμένων πρὸς βορρᾶν οἰκοῦντες ἕως τοῦ ὠκεανοῦ Ἀκυϊτανοὶ καλοῦνται, ἀφοριζόμενοι τῷ Λίγειρι ποταμῷ ἀπὸ Λουγδουνησίας.