Ancient Greek · ~6 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Γ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 26-2
Not analysed yet
Ὅτι φησὶ Ποσειδώνιος τὴν τοῦ ὠκεανοῦ κίνησιν ὑπέχειν ἀστροειδῆ περίοδον· τὴν μέν ἡμερήσιον πρὸς τὰς τοῦ ἡλίου ἀνατολάς τε καὶ δύσεις, τὴν δὲ μηνιαίαν πρὸς τὰς τῆς σελήνης φάσεις, τὴν δὲ ἐνιαυσίαν πρὸς τὰς τοῦ ἡλίου τροπάς· καθʼ ἡμέραν γὰρ, πρὸς τὴν τῆς σελήνης συμπάθειαν, ὅταν ὑψωθῇ ἀπὸ τοῦ ὁρίζοντος ζῳδίου μέγεθος, ἄρχεσθαί τε διοιδεῖν τὴν θάλατταν καὶ πλημμυρεῖν μέχρι μεσουρανήσεως αὐτῆς· ἐκκλίναντος δέ τοῦ ἄστρου, πάλιν ἀναχωρεῖν κατʼ ὀλίγον, ἕως ἂν ζῴδιον ὑπερέχουσα τοῦ δυτικοῦ ὁρίζοντος τελέως μειωθῇ. Εἶτα ὲν τῇ ῥηχίᾳ ταύτῃ διαμένειν τὸν ὠκεανὸν, ἕως ἡ σελήνη δύνασα ἀποφύγῃ τοῦ ὁρίζοντος πάλιν ζῳδιακὸν ὑπὸ γῆν διάστημα. Εἶτα κατὰ τὸ ὅμοιον σχῆμα, ἕως τοῦ ὑπογείου πλημμυρεῖ· καὶ πάλιν ὑπονοστεῖ, ἕως ἐλθοῦσα πρὸς τὰς ἀνατολὰς ζῳδιακὸν διάστημα τελέως ῥηχίαν σχοίη. Εἶτα ἐν τῇ ῥηχίᾳ μένει, ἕως ἂν ὑψωθῇ τοῦ ὁρίζοντος τὸ ζῳδιακὸν διάστημα· καὶ οὕτως καθ᾿ ἑκάστην γένεται ἡμέραν ἐξ ἀϊδίου. Ἡ δὲ μηνιαία γίνεται οὕτως· ἐπιτείνονται αἱ αὐξομειώσεις περὶ τὰς συνόδους καὶ πανσελήνους, μειοῦνται δὲ περὶ τὴν διχότομον ἑκατέραν. Ἡ ἐνιαυσιαία γένεται οὔτως· περὶ τὰς τροπὰς ἑκατέρας τοῦ ἡλίου ἐπιτείνονται αἱ αὐξομειώσεις τῶν ἀμπώτεων, περὶ δὲ τὰς ἰσημερίας ἑκατέρας μειοῦνται ἐσχάτως· καὶ τοῦτο ἀεὶ γίνεται. Πάλιν δὲ τῆς σελήνης ἐν τοῖς τροπικοῖς ζῳδίοις ἀνωμαλίαν εἶναι τῶν ἀμπώτεων καὶ πλημῶν τῷ τε τάχει καὶ τῷ πλήθει τῶν αὐξομειώσεων, ἐν δὲ τοῖς ἰσημερινοῖς ὁμαλίαν τε καὶ εὐταξίαν, ἐν δὲ τοῖς διαμέσοις μεταξὺ τούτων.