Ancient Greek · ~5 min
1 to 6
Strabo, Strabonis Geographiae Chrestomathia 1-6-6
Not analysed yet
Ὅτι πρὸ τοῦ Ποσειδωνιάτου κόλπου Λεσκωσία νῆσός ἐστιν, ἐπώνυμος μιᾶς τῶν Σειρήνων, ὅτε ἑαυτὰς κατεπόντωσαν διὰ τὸν Ὀδυσσέα. Ὅτι μετὰ τὸν Ποσειδωνιάτην κόλπον πρὸς νότον ἕτερός ἐστι κόλπος, ἔνθα πόλις Φωκαέων κτίσμα Ἔλη (οἱ δέ νῦν Ἰλέαν αὐτὴν καλοῦσι), πατρὶς οὖσα Παρμενίδου καὶ Ζήνωνος, τῶν Πυθαγορείων. Εὐνομεῖτο δ᾿ ἡ πόλις, καὶ διὰ τὴν τῆς χώρας λυπρότητα ἐθαλαττούργουν καὶ ταρίχη κατεσκεύαζον καὶ τὰ τοιαῦτα. Ὅτι ὁ πάσης Λευκανίας παράπλους στάδια χν΄. Καὶ πρὸς τῷ πέρατι τῆς Λευκανίας ἡρῷον τοῦ Δράκοντος, ἑνὸς τῶν Ὀδυσσέως ἑταίρων· ἑφ σὗ καὶ ὁ χρησμὸς ἐγένετο· «Λαῖον ἀμφὶ Δράκοντα πολύν ποτε λαὸν ὀλεῖσθαι. »Ἐπὶ γὰρ ταύτην λαοὶ στρατεύσαντες οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπὸ Λευκανῶν ὴτύχησαν, ἐξαπατηθέντες τῷ χρησμῷ. Ὅτι Πετιλία, ἡ τῶν Λευκανῶν μητρόπολις, Φιλοκτήτου ἐστὶ κτίσμα, κατὰ στάσιν ἐκπεσςόντος τῆς Μελιβοίας· αὕτη τε καὶ ἡ Κρίμισσα περὶ τοὺς αὐτοὺς τόπους. Ὅτι ἀπὸ Λευκοπέτρας τῆς ἐν τῷ πορθμῷ ὡς ἐπὶ βορρᾶν ἡ παραλία περὶ μίλια σ΄ ὑπὸ Βρεττίων οἰκεῖται· ἥτις πρότερον μὲν Οἰνωτρία ἐκαλεῖτο, ὕστερον δὲ Ἰταλία ἰδίως. Ὅριον δʼ αὐτῆς πρὸς μὲν τῷ Τυρρηνικῷ πελάγει ὁ Λαῦος ποταμὸς, πρὸς δὲ τῷ Σικελικῷ τὸ Μεταπόντιον. Ὅτι ὁ μὲν Ἱππωνιάτης κόλπος ἐν τῷ Τυρρηνικῷ πελάγει, ὁ δὲ Σκυλλητικὸς κόλπος ἐν τῷ Σικελικῷ, ἀπολαμβάνουσιν ἰσθμὸν μεταξὺ ἑαυτῶν σταδίων ἑκατὸν ἐξήκοντα. Ὁ δὲ περίπλους τῆς χερρονήσου στάδιοι β.