Ancient Greek · ~2 min
48 to 49
Strabo, Strabonis Geographiae Chrestomathia 48-49
Not analysed yet
Ὅτι μετὰ τὴν Καμπανίαν ἡ Πικεντίνη ἐστὶ παραλία. Ἄποικοι δʼ οὗτοι γεγόνασιν ἀπὸ τῶν ἐν τῇ Ἀδρίᾳ Πικήνων, ὑπὸ Ῥωμαίων ἐξαναστάντες εἰς τὸν Ποσειδωνιάτην τοῦτον κόλπον, ὃς νῦν Παιστανὸς καλεῖται, καὶ ἡ πόλις ἡ Ποσειδωνία Παιστὸς, ἐν μέσῳ κειμένη τῷ κόλπῳ. Ἐπίνοσος δʼ ἐστὶν ἡ πόλις διὰ τὰ περικείμενα ἕλη τοῦ ποταμοῦ. Ὅτι περὶ Πικεντίνους καὶ Λευκανοὺς ὕδωρ ἐστὶ πότιμον, ἐν ᾧ, φυτοῦ τινος ἐμβληθέντος, εὐθὺς λιθοῦται τὸ φυτὸν, φυλάττον τὴν χρόαν καὶ τὸ σχῆμα ὅπερ καὶ εἶχεν.