Ancient Greek · ~3 min
1 to 7
Strabo, Strabonis Geographiae Chrestomathia 1-7-7
Not analysed yet
Ὅτι ἀπὸ τοῦ Ἀδριατικοῦ μυχοῦ ἕως τοῦ Ἴστρου τῶν ὄχθων στάδιοί εἰσι α. Ὅτι Γερμανοὶ μικρὸν ἐξαλλάττουσι τοῦ Κελτικοῦ φύλου τῷ τε πλεονασμῷ τῆς ἀγριότητος καὶ τοῦ μεγέθους καὶ τῆς ξανθότητος, τἆλλα δὲ παραπλήσιοι καὶ μορφαῖς καὶ ἤθεσι καὶ νόμοις· ὅθεν καὶ Γερμανοὶ ὑπὸ Ῥωμαίων καλοῦνται· δύναται δὲ τὸ ὄνομα Γνήσιοι. Ὅτι, Μάρσοι καὶ Σούγαμβροι ἔδνη εἰσὶ Γερμανικὰ δυσμικά. Ὅτι ὁ Ἑρκύνιος δρυμὸς τῆς Γερμανίας ἐστὶ περὶ Σουήβους, ἔθνος μέγα. Ὅτι τὰ βορειότερα ἔθνη τῶν Γερμανῶν ἁμαξόβιά ἐστι καὶ νομαδικὰ καὶ ῥᾳδίως μεταναστεύειν ἕτοιμα διὰ τὸ μὴ θησαυρίζειν. Ὅτι Δροῦσος ὁ Τιβερίου παῖς πολεμῶν καὶ κατορθῶν περὶ τὸν Ῥῆνον ἐτελεύτα. Ὅτι διέχει ὁ Ῥῆνος ἀπὸ τοῦ Ἄλβιδος ποταμοῦ στάδια γ εὐθυποροῦντι.