Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 8-4
Not analysed yet
Ὅτι ὁ Ἑρκύνιος δρυμὸς πυκνότερός τέ ἐστι καὶ μεγαλόδενδρος ἐν χωρίοις ἐρυμνοῖς κύκλον περιλαμβάνων μέγαν. Ἐν μέσῳ δέ ἵδρυται χώρα καλῶς οἰκεῖσθαι δυναμένη. Ἔστι δὲ πλησίον αὐτῆς ἢ τε τοῦ Ἴστρου πηγὴ καὶ ἡ τοῦ Ῥήνου καὶ ἡ μεταξὺ ἀμφοῖν λίμνη καὶ τὰ ἕλη τὰ ἐκ τοῦ Ῥήνου διαχεόμενα. Ἔχει δʼ ἦ λίμνη τὴν περίμετρον στάδια γ. Νοτιωτέρα δ᾿ ἐστὶ τῶν τοῦ Ἴστρου πηγῶν καὶ αὕτη καὶ ὁ Ἑρκύνιος δρυμὸς, ὥστε ἀνάγκη τὸν ἀπὸ τῆς Κελτικῆς ἐπὶ τὸν Ἑρκύνιον δρυμὸν ἰόντα πρῶτον μὲν διαπερᾶσαι τὴν λίμνην, ἔπειτα τὸν Ἴστρον, εἶτ᾿ ἤδη δι᾿ εὐπετεστέρων χωρίων ἐπὶ τὸν δρυμὸν ἐλθεῖν δι᾿ ὀροπεδίων.