Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Θ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 10-3
Not analysed yet
Ὅτι μεθόριον Ἀττικῆς καὶ Βοιωτίας πρὸς τῇ Εὐβοῖκῆ θαλάττῃ ἐστὶν ὁ Ὠρωπὸς καὶ ὁ ἱερὸς λιμήν, ὃν καλοῦσι Δελφίνιον, ἀντιπέραν Ἐρετρίας τῆς ἐν Εὐβοία, ἀπὸ σταδίων τὸ δίαρμα ξ΄. Εἶα Δήλιον, Ταναγραίων πολίχνιον, ἀπέχον σταδίους τῆς Αὐλίδος λ΄. Εἶτα λιμὴν βαθύς εἶτα Αὐλὶς, πετρῶδες χωρίον εἶτα Εὔριπος· εἶτα Σαλγανεὺς ,ἐπώνυμον Σαλγανέως τινὸς Βοιωτοῦ ἀνδρὸς ἐκεῖσε ταφέντος μετὰ τὸ ἀναιρεθῆναι ὅπὸ τῶν περὶ Μεγαβάτην Περσῶν, ὡς δῆθεν κακῶς αὐτοῦ ὑφηγησαμένου τὴν ἀπὸ Μαλιακοῦ θάλασσαν λαβυρινθώδη καὶ ἄπορον· μεταγνόντες δʼ οἱ Πέρσαι ὕστερον ὡς ἀδικηθέντα τὸν Σαλγανέα ἔθαψαν μεγαλοπρεπῶς.